Ancient Greek · ~7 min
Liber II., κε΄. Κλῆρος ἐνέδρας.
Vettius Valens, Anthologiarum libri ix 3-18
Not analysed yet
Κακὰ τὰ φῶτα ἐναντιούμενα τοῖς ὑψώμασιν ἢ τῳ κυρίῳ τοῦ ὑψώματος, μάλιστα κεκακωμένα καὶ μὴ ὄντα τῆς αἱρέσεως ἢ καὶ ἕτερον αὐτῶν· ἀτιμίας γὰρ καὶ καθαιρέσεις παρέχουσι ταῖς γενέσεσιν. ἐὰν ὕψωμα τύχῃ τῳ μεσουρανήματι καὶ ᾖ κακοποιὸς τῳ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἐπὶ τῆς πρώτης ἡλικίας προκόψαντες καὶ τιμηθέντες ὑπὸ πολλῶν, μάλιστα ἀγαθοποιοῦ ἐπιθεωροῦντος, ὕστερον καθαιρεθήσονται. ἐὰν δὲ ἐναλλὰξ γένηται, τῇ πρώτη ἡλικίᾳ δυστυχήσαντες ὕστερον ἐπιφανεῖς ἔσονται. ἐὰν δὲ ὁλοτελῶς κακωθῶσιν οἱ τόποι, ἀπὸ νεότητος δυστυχίαν σημαίνουσι τῷ γεννωμένῳ, ὥσπερ καὶ ἀγαθοποιῶν μαρτυρούντων τοῖς τόποις ἀγαθῶν πρόδηλα γενήσεται κατὰ τὰς τῶν ζῳδίων καὶ ἀστέρων τοποθεσίας. ἐὰν πάλιν τύχῃ ὁ δαίμων τῷ ὑψώματι ἐναντιούμενος, καθαιρέσει τὰς γενέσεις ποιεῖ. ὅταν ἐπὶ γενέσεως οἱ πλεῖστοι τόποι κακωθῶσιν ἢ οἱ κύριοι αὐτῶν αἵ τε σύνοδοι ἢ πανσέληνοι ἢ ὁ περὶ ἐπιτιμίας κλῆρος τὸν περὶ δίκης ἢ ἔχθρας ἢ ἀνάγκης κλῆρον ἔχωσι συνεμπίπτοντα ἢ διάμετρον ἢ τετράγωνον, μεγάλαις στάσεσι γίνονται καὶ εἰς ἐπιτιμίαν βλάπτονται. ἐὰν ὀλίγοι ὦσιν οἱ κακοποιοὶ ἢ ὁ περὶ ὑψώματος τόπος ἢ ὁ κύριος αὐτοῦ, ἀπρόκοποι καὶ ἀλαμπεῖς καὶ καταγνώσει οἱ γεννώμενοι διατελοῦσι. τῷ περὶ ἀξιώματος τόπῳ κακοποιοὶ ἐναντιούμενοι ἢ καθυπερτεροῦντες καθαιρέσεις ἐπιφέρουσι ταῖς γενέσεσιν. ἐὰν ὁ κύριος τοῦ ὑψώματος καὶ ὁ κύριος τοῦ ἀξιώματος ἐναντίοι πέσωσιν ἑαυτοῖς οἵ τε κλῆροι ἢ οἱ δεσπόται αὐτῶν, καταγνώσει γίνονται οἱ γεννώμενοι. ἐὰν Ζεὺς τῳ ὑψώματι εἴη ἐπικείμενος ἐπίκεντρος ἢ κύριος γένηται κέντρου, ἐπιφανεῖς ἄνδρας ποιεῖ ἐὰν δὲ Ἄρεως τύχη ζῳδίῳ ἢ μοίρᾳ ἢ συνὼν ἰδίοις ζῳδίοις, ζωῆς καὶ θανάτου κυριεύσουσιν οἱ γεννώμενοι. ὅθεν οἱ προκείμενοι τόποι καὶ ἀστέρες χρηματιστικοῖς ζῳδίοις εὑρισκόμενοι λαμπράς ἡγεμονικὰς βασιλικάς γενέσεις ποιοῦσιν, ἐπὶ δὲ τῶν μέσων ζῳδίων εὐσχήμονας ἐπιδόξους ἀρχικούς ἐπὶ δὲ τῶν ἀποκλιμάτων εὐπόρους πρακτικούς ὑπὸ ἑτέρων ἐξουσίας τεταγμένους, πίστεων καὶ τάξεων καταξιουμένους.