Ancient Greek · ~1 min
Liber III., η΄. Περὶ ἐχθρῶν ἀστέρων καὶ κλιμακτηρικῶν τόπων περὶ α΄ ὄργανον Κριτοδήμου.
Vettius Valens, Anthologiarum libri ix 3-30
Not analysed yet
Ἀφροδίτη Σκορπίῳ μοίρᾳ κζ΄ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι Ταύρου μοῖραι λζ΄ εἰσὶν ὅρια Ἡλίου. αὐτὸς ἑαυτῷ ἐχθρὸς οὐ γίνεται· ζητῶ οὖν τῷ ἰσαναφόρῳ τοῦ Σκορπίου τὰς κζ΄, αἵ εἰσιν ὅρια Ἑρμοῦ. ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης Παρθένῳ, ὅπου Ἑρμῆς ἦν, ἢ τοῖς τετραγώνοις· δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον.