Ancient Greek · ~3 min
Liber III., ιγ΄. Πῶς δεῖ εὑρεῖν ἀκριβῶς τὸν τῇ σπορᾷ Ἥλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον.
Vettius Valens, Anthologiarum libri ix 3-34
Not analysed yet
Ταύτας τὰς αἱρέσεις ἔταξα, αἷς καὶ αὐτὸς ἐχρησάμην· ἐσκόπουν γὰρ καὶ ἐπὶ γενέσεως ἐκ τῶν προκειμένων ὅρων, εἰ συντρέχουσι κατὰ τὸ αὐτὸ δύο ἢ τρεῖς ἢ πλείους, καὶ οὕτως ἀπαραβάτως περὶ τέλους ἀπεφαινόμην. ὅθεν οὐκ εἰκῆ οὐδʼ ὡς ἔτυχεν ἐδήλωσα, ὅτι πᾶσα ἀγωγὴ καὶ καθʼ ἑαυτὴν καὶ πρὸς ἑτέραν συγκρινομένη εὐάρμοστός ἐστιν· ἣν εἴ τις φυλάττοι, εὐκατάληπτον ἕξει τὴν τῶν ζητουμένων ἀλήθειαν. τινὰ μὲν οὖν καὶ μυστικῶς διεγράψαμεν εἰς διάκρισιν καὶ σύγκρισιν τῶν ἐντυγχανόντων οὐ φθόνῳ φερόμενοι οὐδὲ ἀφελότητι, ἀλλὰ προθυμίαν τινὰ καὶ ἐπιμονὴν βουλευόμενοι παρεισφέρειν τῷ μαθήματι. πᾶς γὰρ καταθυμίου προαιρέσεως ἀκολάστως τυχὼν ἀχάριστον τὴν δωρεὰν ἡγήσατο, ὁ δὲ μετὰ πόνου καὶ ζητήσεως οὐ μόνον ἡδονὴν ἀλλὰ καὶ κατόρθωσιν τῇ πραγματείᾳ ἐπεισήνεγκεν.