Ancient Greek
3 to 5
Vettius Valens, Anthologiarum libri ix 3-36-5
Not analysed yet
Ἄλλη. Ἥλιος Ταύρῳ, Ἑρμῆς Ταύρῳ. Σελήνη Ἰχθύσι. Κρόνος Σκορπίῳ, Ζεὺς Ἄρης Ἀφροδίτη Κριῷ, ὡροσκόπος Διδύμοις. ἡ ἀναφορὰ κλίματος τοῦ δευτέρου κη΄· Ἑρμῆς Ταύρου τὴν ἀναφορὰν κδ΄ καὶ Ἀφροδίτη Ἄρης Κριῷ ιε΄. ἐτελεύτα τῷ ξζ΄ ἔτει. Ἄλλη. ἡ αὐτὴ ἀστροθεσία ἄλλης γενέσεως· μόνος ὁ ὡροσκόπος Αἰγόκερῳ, ὁ κλῆρος τῆς τύχης Ἰχθύσι· ἡ ἀναφορὰ τοῦ δευτέρου κλίματος κ΄ καὶ περιόδου Διὸς ιβ΄. καὶ ἐπεί ἐστιν Κριῷ, τῆς ἀναφορᾶς κ΄ καὶ Ἄρεως ιε΄ γίνονται ξζ΄· ταῦτα ἐβίωσε. βουληθεὶς μέντοι τὰς συντεταγμένας μοι βίβλους ἰδιωτικωτέρας οὔσας διὰ τὸ τοιούτοις καὶ νέοις μου θρεπτοῖς προσπεφωνηκέναι, ὅπως εὐκατάληπτον τὴν εἴσοδον ἔχωσι, σαφέστερον μετασυντάξαι οὐκ ἔσχον καιρὸν διὰ τὸ κεκμηκέναι τῇ ὁράσει καὶ ὑπὸ πολλῆς λύπης ἀμαυρωθῆναί μου τὸ διανοητικὸν τιμιώτατον θρεπτὸν ἀπολέσαντι· ὅθεν συγγνωστέον.