Ancient Greek · ~9 min
Liber V., ια Περὶ ἀ φἐσεως.
Vettius Valens, Anthologiarum libri ix 3-54
Not analysed yet
Ὁ πνών ἐστι συναποκαταστάσεως πρὸς τὰς διαστάσεις τῶν ἀστέρων καὶ συμπλοκάς. οἶον ὑποδείγματος χάριν Ἡλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Γοξότη, Σελήνη Ἀέοντι. Κρόνος Παρθένῳ, Ζεὺς Σκορπίῳ, Αφροδίτη Αἰγόκερῳ. κεκλήρωται ἡ Σελήνη τὴν δυάδα, ἐπεὶ ἀφέστηκεν Κρόνου β’· ὁμοίως καὶ Ἥλιος καὶ Ἄρης Ερμῆς ὡροσκόπος ἐπὶ Ἀφροδίτην. τὴν δὲ τριάδα Κρόνος καὶ Ζεὺς καὶ Ἀρροδίτη, τετράδα δὲ καὶ πεντάδα Κρόνος καὶ Σελήνη ἑξάδα, ἡ δὲ ἑβδομὰς κοινὴ πάντων, ὀγδοάδα δὲ Ἀφροδίτη, ἐννεάδα δὲ καὶ δεκάδα ἥλιος Αρης Ἑἑρμῆς ὡροσκόπος, καὶ Ζεὺς δὲ τὴν δεκάδα καὶ ἑνδεκάδα, καὶ Ἀφροδίτη τὴν δωδεκάδα. ἄγει δὲ θέμα ἔτος λά· εὑρίσκονται οἱ χρηματίζοντες ἀστέρες καὶ οἱ κλιμακτηρίζοντες οὕτως. ἀρχὴ δὲ ἐπὶ τῶν προκειμένων κλιμακτήρων ἐπὶ τοῦ τρίτου στίχου τῆς τριάδος· οἱ γὰρ προκείμενοι δύο, ἧ τε μονὰς καὶ ἡ δυάς, ἀχρημάτιστοι διὰ τὴν μονάδα χρηματίζειν μέχρι ιβ΄, τὴν δὲ δυάδα μέχρι κδ΄ ,τὴν δὲ τριάδα μέχρι καὶ λϚ΄ . καὶ ἐξῆς ὁμοίως. θεωρεῖται δὲ οὕτως· ἐπεὶ λα΄ ἔτος πίπτει εἰς τὴν ια΄ τῆς τριάδος, κεκλήρωται δὲ Κρόνος καὶ Ζεὺς καὶ Ἀφροδίτη ἐπὶ γενέσεως τὴν τριάδα, ἐπιζήτει τοὺς ἐπὶ καιροῦ παροδεύοντας, μήποτε τὴν ια΄ παραδῶσιν ἑτέρῳ ἤ καὶ ἀλλήλοις. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως ἐπὶ τοῦ καιροῦ ἦσαν οἱ ἀστέρες Ἥλιος Ζεὺς Ἑρμῆς Διδύμοις. Κρόνος Παρθένῳ. Ἄρης Ἀφροδίτη Ταύρῳ. Σελήνη Ἰχθύσιν, οἱ δὲ κληρωσάμενοι ἀστέρες τὴν ια΄ ἦσαν Ζεὺς καὶ Κρόνος καὶ Ἀρροδίτη. εὑρίσκομεν δὲ Σελήνην ἀποκαθισταμένην τῇ Ἀφροδίτη, Δία δὲ οὐδενί· εὐθέως μεταβαίνω ἐπὶ τὸν τέταρτον· εὑρίσκω τὰ λβ΄ ἐν τῇ ὀγδοάδι· οὐδεὶς τῶν κυριευσάντων τῆς τετράδος κλιμακτηρίζει. μεταβαίνω ἐπὶ τὴν πεντάδα· χρηματίζει δὲ τῆς πεντάδος ἡ Σελήνη καὶ Κρόνος καὶ εὑρίσκονται οὖτοι ἀλλήλοις ἀποκαθιστανόμενοι. ἔρχομαι ἐπὶ τὴν ἑξάδα· οὐδεὶς διὰ τῶν διέστηκεν. μεταβαίνω ἐπὶ τὸν στίχον τῆς ἑβδομάδος· εὑρίσκεται δὲ τῆς πεντάδος ὁ χρόνος ἀγόμενος· κοινὴ δὲ πάντων ἀστέρων ὡς εἴρηται ἡ ἑβδομὰς εὑρέθη· Ἄρης καὶ Ἀσροδίτη Κρόνῳ. ἔρχομαι δὲ ἐπὶ τὸν τῆς ὀγδοάδος· Ἀρροδίτη διὰ δʼ οὐκ ἀποκαθίσταται οὐδενί. ἑξῆς ἐπὶ τὸν τῆς ἐννεάδος κλιμακτῆρα. κυριεύσουσι δὲ τῆς ἐννεάδος Ἥλιος Ἄρης Ἑρμῆς ὡροσκόπος Ἀφροδίτη· ἔστι δὲ τούτῳ τῷ στίχῳ τὰ λς΄ ἐπὶ τῆς τετραετηρίδος εὑρέθησαν Ἥλιος Ζεὺς Ἑρμῆς ἀποκαθιστάμενοι Κρόνῳ. πάλιν μεταβαίνω ἐπὶ τὴν δεκάδα· κυριεύσουσι δὲ τῆς δεκάδος Ἥλιος Ἄρης Ἑρμῆς Ζεὺς ὡροσκόπος· ἐν δὲ τῷ στίχῳ τούτῳ δ΄. διὸ καὶ εὑρίσκονται παραδιδόντες Ἡλίῳ Ἑρμῇ Διὶ Κρόνῳ.