Ancient Greek · ~7 min
Liber VI., ε΄. Περὶ τῆς εἰς ι΄ ἔτη καὶ μῆνας θ΄ διαιρέσεως ἐμπράκτων τε καὶ ἀπράκτων χρόνων.
Vettius Valens, Anthologiarum libri ix 3-57
Not analysed yet
Ὑποδείγματος χάριν τῆς διαιρέσεως τῆς δεκαετηρίδος καὶ μηνῶν θʼ ἔστω Ἥλιος ἀφέτης. λήψεται αὐτὸς ἔτη δέκα μῆνας θ΄, καὶ μετʼ αὐτὸν ἐξῆς ὁ κείμενος ἀστὴρ ἐπὶ τῆς γενέσεως κατὰ τὴν τοῦ ζῳδιακοῦ κύκλησιν ἔτη καὶ μῆνας θ΄, καὶ μέχρις οὐ ἐὰν ἐπιδέχηται ὁ ἀριθμὸς τῶν ἐτῶν διδόναι τοὺς ἐνιαυσιαίους χρόνους. ἐπεὶ τούς περιοδικούς ἑκάστου ὡριαίους ἡμερησίους μηνιαίους συναναλαμβάνειν χρὴ τοῖς ἐνιαυσιαίοις καὶ συγκρίνειν τόν τε καθολικὸν τῶν χρόνων δεσπόζοντα καὶ τὸν τῶν μηνιαίων καὶ τῶν ἡμερῶν τε καὶ ὡρῶν τούς τε κύκλους, πόσοι ἦσαν καὶ τίς ἀπὸ τίνος δέχεται τὸν κύκλον καὶ τὴν ἐβδομάδα. ρὕτως γὰρ ἀνακυκλούμενοι οἱ χρόνοι κάν εἰς τούς αὐτοὺς καταντῶσιν ἀστέρας, οὐ μέντοι ἐκ τῶν αὐτῶν ἑβδομάδων οὐδὲ τῶν αὐτῶν κύκλων ἕτερος δʼ ἑτέρῳ κύκλῳ συναρμοζόμενος κατὰ τὴν ἀκολουθίαν τοῦ χρόνου τάς τῶν ἀστέρων ἐναλλοιοῖ δυνάμεις, καὶ γίνεται ὁ αὐτὸς ἀστὴρ ὁτὲ μὲν ἀγαθῶν αἴτιος ὁτὲ δὲ φαῦλος κατὰ τὴν τοῦ παραδιδόντος καὶ παραλαμβάνοντος ἐνέργειαν καὶ διάθεσιν οἰκείαν ἢ ἐναντίαν. προβλέπειν δὲ δεῖ τούς ἐνεστῶτας καὶ μέλλοντας χρόνους καὶ σκοπεῖν, κάν μὲν εἰς ἀγαθοποιούς χυρῶσι, προλέγειν ἀγαθόν, κἀν ἔτι διακατέχῃ ὁ κακοποιὸς ἐλάχιστον χρόνον προμαραίνεται γὰρ ἡ τοῦ κακοποιοῦ δύναμις ὑπὸ τῆς τοῦ παραλαμβάνοντος ἀστέρος ἀγαθοποιίας προκατασκευάζοντος ἀφορμάς ποικίλας, φιλίας συμπαθείας συστάσεις εὐημερίας δόξας ὠφελείας καταθυμίων συντέλειαν. ἔσθ’ ὅτε μὲν οὖν καὶ μυστικαῖς πράξεσιν ἡ ἀπορρήτοις ἢ παραβόλοις μολύνας εὐτυχίαν εἰργάσατο, ὡς τούς γενομένους ἥδεσθαι ἢ μέσως φέρειν ἐφʼ οἷς πρότερον ἤχθοντο καὶ μετανοεῖν ὡς μάτην ἀπολέσαντας ἄπρακτον χρόνον, ὁμοίως δὲ καὶ ὁπόταν ἀγαθοποιῶν εἰς κακοποιούς χωρῶσιν οἱ χρόνοι, εἰς ἔχθραν καὶ ἀτιμίαν καὶ προδοσίαν καὶ ζημίαν καὶ κίνδυνον προσλαμβάνονται καὶ εἰς αἰφνιδίους καὶ ἀπροσδοκήτους αἰτίας καὶ καθαιρέσεις ὅθεν πολλοὶ μετανοοῦσι μὴ προαμυνόμενοι τούς ἐχθρούς, ἀλλὰ καὶ πίστιν καὶ συμπάθειαν φυλάξαντες ματαίως, μὴ περιγινόμενοι δὲ ὧν θέλουσιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ὀδυνῶνται καὶ ἄκοντες ὑποτάσσονται.