Ancient Greek · ~10 min
Liber VI., θ΄. Εὕρεσις σπορίμ ης Σελή νης καὶ ὡρο σκ όπο υ.
Vettius Valens, Anthologiarum libri ix 3-60
Not analysed yet
Ταῦτα μὲν οὖν συνέταξα οὐ ποιητικῶς, ὥς τινες ἢ ἐπακτικὴν ἀκρόασιν πράσσουσι τῇ τῶν λόγων συνθήκη ἣ καὶ μέτρου ἁρμονίᾳ θέλγοντες τούς ἀκούοντας μυθώδεις καὶ ἐπιπλάστους ἐπιφερόμενοι σκοτεινολογίας. ἐγώ δὲ οὐ λόγῳ καλῷ χρησάμενος, πολλὰ δὲ καμών καὶ παθὼν αὐτόπτης γενόμενος τῶν πραγμάτων δοκιμάσας συνέγραψα. τὸ γάρ παθεῖν τοῦ ἀκούειν βέλτιον καὶ ἀληθέστερον ὑπάρχει. ὁ μὲν γὰρ ἀκούσας δύσπιστον καὶ ἀμφίβολον τὴν χρῆσιν ἔχει, ὁ δὲ πεπονθώς παρεὶς πολλὰ καὶ μεμνημένος ἐκύρωσε τὸ πάσχον. ἀλλὰ φυσικῶς τινες βάσκανοι καὶ ιλόνεικοι καί ἐναντιόβουλοι ὑπάρχοντες ῥᾳδίως ἁλίσκονται καὶ τιμωροῦνται, φύσις δὲ ῥυθμισθῆναι μὲν οὐ δύναται, ἀναγκασθεῖσα δὲ μετὰ αἰδοῦς καὶ λύπης πραύνεται, ἐλεγχομένη δὲ ἀγανακτεῖ καὶ τολμηροτέρα γίνεται ἐρεθιζομένη. καὶ μάλιστα ἐπὶ τῶν νέων ἐστι συνιδεῖν, ὡς ἄλλο πράσσειν οἴονται καὶ τὴν ἐξουσίαν αὐτῶν διαδιδόασι τοῦ τε φαύλου καὶ ἀγαθοῦ καὶ πρὸς θέλον φερόμενοι βιάζονται ἄρχειν τε καὶ ἀντιπράσσειν καὶ πρὸς πάντα θρασύνεσθαι φίλων τε γένους ἀλλότριοι γινόμενοι ἐχθροῖς ἥδονται, βουκολοῦντες δὲ μέλλον πάντων καταφρονοῦσι χαίροντες ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς, ὡς καὶ καθʼ ἑαυτῶν ἐπιβάλλεσθαι καὶ ἐπικίνδυνον εὔξασθαι διὰ τούς ἐχθρούς κακίαν. τοὐναντίον δὲ πάσχουσιν ὀδυνώμενοι μάτην θεούς τε μή τιμῶντες τὸν θάνατον οὐ φοβοῦνται, ἀγονται δὲ ὑπὸ τοῦ δαίμονος. τῶν δὲ τοιούτων καὶ τὸ τέλος αίφνίδιον καὶ ἐπισφαλὲς καὶ ὁ βίος εὔθραυστος. βέλτιον οὖν ἐστι κατὰ δυνατὸν ἑκόντας ἀνθρώπους ἀποθέσθαι μὲν ἀπὸ τῆς ψυχῆς ὑψηλὸν αὐχένα καὶ μὴ θρασύνεσθαι, μεταμφιασαμένους δὲ τὸν λογισμὸν ἐκδότους ἑαυτοὺς παρέχειν· οὐδεὶς γὰρ ἐλεύθερος, πάντες δὲ δοῦλοι τῆς εἱμαρμένης πεφύκασιν, ἦ κατακόλουθοι γενόμενοι ἀτάραχοι μὲν καὶ ἀλύπητοι κατὰ τὸ ὅσιον διεξάγουσι προγεγυμνακότες θαρραλέαν τὴν ψυχήν. ἢν δέ τις ἀληθινὸν ἀναλαβὼν φρόνημα τὴν ἐξουσίαν τῶν πρασσομένων ἑαυτῷ ἀπονέμῃ. ἐλεγχόμενος ὑπὸ τοῦ μὴ δύνασθαι καὶ μάτην καταγέλαστος γενόμενος μιμήσεται τὸν τραγικὸν Εὐριπί ίδην λέγων· ἄγου δέ μʼ ὦ Ζε ῦ καὶ σύ γʼ ἡ πεπρμμένη, ὅπο ποθ᾿ ὑμπῖν εἰμι διατεταγμένος, ὡς ἕψομαί γε κἂν ὀκνῶ. κἂν μὴ θέλω, κακὸς γενόμενος αὐτὸ τοῦτο πείσομαι. ἀλλʼ ἐπὶ παντὶ εἴδει λογικῷ τε καὶ ἀλόγῳ τέχνης καὶ ἐπιτηδεύσεως ἢ καὶ ἄλλης ἡσδηποτοῦν αἰτίας Νέμεσις χαλιναγωγὸς ἔπεστι, κατὰ τὸν μυθικὸν λόγον πῆχυν κατέχουσα, μηδὲν πράσσειν ὑπαρ τὸ μέτρον ἐμφαίνουσα, καὶ τροχὸν ὑποκείμενον τῷ σφυρῷ κέκτῃται σημαίνουσα τὰ λεγόμενα ἄστατα καὶ ἀβέαια τυγχάνειν, ἐπεὶ καὶ ὁ τροχὸς εἰς ἑαυτὸν ἀνακυκλούμενος ἀστήρικτος ὑπάρχει. τὸν αὑτὸν τρόπον καὶ ψέγοντες καὶ μεγαλαυχοῦντες παλίνδρομον τὴν διάνοιαν κτησάμενοι καὶ ἀμετανόητον λογισμὸν τοῖς αὑτοῖς πάθεσι περιπεσόντες ἐν ἱδρῶσι διάγουσι μὴ δυνάμενοι τυχεῖν, ὧν προτέρως μὲν καταφρονοῦντες ὑστέρου δὲ θελήσαντες ἐσφάλήσαν.