Ancient Greek · ~7 min
Liber IX., ζ΄. Περὶ ἀρσενικῆς καὶ θηλυκῆς γενέσεως καὶ τεράτων ἤ τετραπόδων.
Vettius Valens, Anthologiarum libri ix 3-74
Not analysed yet
Ἄλλως. ἀεὶ μὲν οὖν ὁ Ἥλιος τὸ μέγεθος τῆς ἡμέρας καὶ τῆς ὥρας ἀποδείκνυσι, καθʼ οἷον ζῴδιον ἐπιπαρών τυγχάνει. ἐκ δὲ τῆς ὥρας συνίσταται ὁ ὡροσκόπος, ἐκ δὲ τοῦ ὡροσκόπου ἡ μοῖρα, ἐκ δὲ ταύτης ἡ τοῦ ὡροσκόπου ἀτρεκὴς μοῖρα, ὑπʼ ἀλλήλων φυόμενοι καὶ ἡνιοχούμενοι, στηρίζοντες, καὶ μάλιστα περὶ τῶν ἡμέρας γεννωμένων. ἐπὶ δὲ τῶν νυκτὸς λαμβάνειν χρή τὰς ὑπολειπομένας τοῦ Ἡλίου μοίρας καὶ τούς καταλειφθέντας μοίρας ἐφέξειν τῶν ἀνακειμένων εἰς τάς τριακοντάδας. εἰ δέ τις πλάνη περὶ τὸν ὡροσκόπον νομίζοιτο, εἰσελθόντας χρὴ εἰς τὸ ἀναφορικὸν κατὰ τὴν τοῦ θέματος διαταγὴν σκοπεῖν τὸ ὡριαῖον μέγεθος, πόσον διάστημα τῶν ἀριθμῶν ἐπέχει, καὶ προσθέντας τῷ ἐγκλίματι καὶ ἀφελόντας κατά τὴν δοκοῦσαν πλάνην τὴν εὑρεθεῖσαν μοῖραν κρίνειν ὡροσκοπικήν· αὕτη γάρ στιγμῇ διὰ τῆς παρεγκλίσεως ἑκάστης γενέσεως τὸν ἔλεγχον ἀποδείκνυσιν. ἐντεῦθεν δὲ ὁ τῆς ὡριμαίας λόγος μυστικῶς προδηλοῦται· οὐ γὰρ πᾶσα γένεσις τὸν αὐτὸν ἀφηλιώτην ἤ τὴν ἴσην διάστασιν ἐφέξει, ἀλλʼ ὁτα μὲν εἰς μῆκος ἀνακυκλούμενον, ὁτὲ δὲ β΄ ἢ γ΄ ζῴδια, ὁτὲ δὲ οὐδʼ ὅλως· εἰ δέ τις βούλοιτο καὶ τὸ μέρος τῆς ὡροσκοπούσης προγινώσκειν, ἐξ αὑτῆς τῆς εὑρεθείσης μοίρας καταληπτὸς ἔσται, καθώς καὶ ἐν τῇ προτέρᾳ βίβλῳ ἀπεδείξαμεν. καὶ νῦν δὲ προσυπομιμνήσκωμεν σαφέστερον· τὸν ἀπὸ συνόδου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην μοιρικῶς λόγον ἐξαριθμησάμενος δίπλου τὸν ἀριθμόν· ὁ πρῶτος ἀριθμὸς ἀπὸ τῆς συνοδικῆς μοίρας ἀφεθεὶς ἀνωφερῶς τὸ ἀφηλιωτικὸν μέρος ἐμφαίνει, ὁ δὲ δεύτερος ἀπὸ συνόδου κατωφερῶς τὸ λιβυκὸν μέρος. λαμβάνειν οὖν χρὴ ἀπὸ τῆς ἀφηλιωτικῆς μοίρας ἐπὶ τὴν λιβυκὴν καὶ τὸ συναχθὲν πλῆθος σκοπεῖν, πόσον μέρος ποιεῖ τῶν τξ΄ ,καὶ ἐκεῖνο τὸ μέρος τῆς ὥρας ἡ γένεσις φέρει πρὸς τάς πεπληρωμένας ὥρας. ὡσαύτως δὲ καὶ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας τὸ πλῆθος τῶν μηνῶν διεκβάλλειν ἀνωφερῶς καὶ κατωφερῶς πρός τε τὸ ἀφηλιωτικὸν καὶ λιβυκὸν ἡμισφαίριον.