Ancient Greek · ~3 min
Liber IX., η΄. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς τὰ ἀπογώνια.
Vettius Valens, Anthologiarum libri ix 3-75
Not analysed yet
Καὶ ἔστιν ἐπιχθόνιος δηλονότι καὶ οὐράνιος ὑπάρχων (κοινὸς γὰρ ὁ θεός) τάς ψυχάς τῶν ἀνθρώπων μετεώρους ἀνάγει περὶ τὴν τοῦ κόσμου ἀστροθεσίαν ἐνθουσιαστικοῖς καὶ φυσικοῖς περιβάλλων νοήμασι, μάλιστα τοῖς περὶ ταῦτα σεμνῶς ἐσπουδακόσιν. ὧν οἳ γε ἀθεεῖς καὶ πανοῦργοι οὐ μόνον τοῦ μέρους τῆς ἀθανασίας ήτύχησαν, ἀλλὰ καὶ τῆς ἀνθρωπότητος, δίκην δὲ θηρίων καὶ ἀλόγων ἀγελαζόμενοι διὰ τῆς πλεονεξίας καὶ ἀκρίτου λογισμοῦ ἐξ ὑστέρου τιμωρίας ἀξίας ἔδοσαν μή φυγόντες τὸν νόμον. ὅτι μὲν γὰρ οἱ θεοὶ σθένουσιν ὑπακούειν ἀνθρώπων καὶ τὰ κάλλιστα καὶ τὰ τίμια παρέχειν καὶ βοηθεῖν, παντελῶς πρόδηλον· βουλόμενοι δʼ σὕς ἐψηφίσαντο νόμους διαφυλάσσειν οὐκ ἀθετοῦσι τάς μοίρας, ταύταις γε τὴν ἐπιτροπίαν τῶν ἀνθρωπίνων πραγμάτων ἀνύσιμον ἰσχυροποιησάμενοι ἀλύτοις ὅρκοις. ἐστι γάρ καὶ ἐπὶ θεοῖς στύγιος ὅρκος φόβον ἔχων καὶ τιμωρίαν, συνέπεται δʼ αὐτοῖς λογισμὸς εὐσταθὴς καὶ ἀμετάθετος ἀνάγκη. μαρτυρεῖ δὲ τούτοις ὁ ποιητὴς λέγων·