Ancient Greek
Vettii Valentis Anthologiarum liber I., γ΄. Περὶ ὁρίμν.
Vettius Valens, Anthologiarum libri ix 4-3
Not analysed yet
Τοῦ δὲ Καρκίνου πρῶται ζ΄ Ἄρεως κεραυνοβόλοι ἄλλεσι κεκινημένοι ἀνώμαλοι ἐναντιόβουλοι μανιώδεις πολύσπερμοι σπανιστικαὶ φθαρτικαὶ ἐπὶ τέλους φαῦλαι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἀρροδίτης πολύσπερμοι ἐπίψογοι κάθυγροι μεταβολικαὶ τεχνικαὶ ὀχλικαὶ καὶ πάμμικτοι. αἱ δὲ ἑπόμεναι Ϛ΄ Ἑρμοῦ ἀκριβεῖς ἁρπακτικαὶ δημοσίων ἡγητικαὶ τελωνικαὶ δημώδεις εὔποροι περιουσιαστικαί. /αἱ δὲ τέταρται ζ΄ Διὸς βασιλικαὶ αὐτοκρατορικαὶ ἔνδοξοι πολύδικοι μεγαλόφρονες εὔκρατοι ἀρχικαὶ καὶ τῷ ὅλῳ καλαί. αἱ δʼ ἐπὶ πᾶσι δ΄ Κρόνου, καθ ὃ πᾶν ἐστιν ὕδωρ, κάθυγροι καὶ σπανιστικαὶ τῶν ἰδίων καὶ περὶ τέλος ἐνδεητικαί.