Ancient Greek
Liber IV., κδ΄. Ἐπιμερισμοὶ Ἑρμοῦ.
Vettius Valens, Anthologiarum libri ix 4-30
Not analysed yet
Ἑρμῆς Κρόνῳ ἐπιτάραχον καὶ ἐπικίνδυνον τὸ ἔτος δηλοῖ, πραγμάτων ἀνασκευὰς ἐπηρείας ζημίας τε καὶ κρίσεις ἐπάγων μυστικῶν τε ἢ γραπτῶν χάριν ἡ δανείων. γίνονται δὲ ἀσθενείαις ἢ φθίσεσι καὶ νόσοις καὶ ὑπὸ χολῆς ὀχλοῦνται ἡ καὶ φαρμάκων πεῖραν λαμβάνουσι θανάτους τε ἰδίων ἢ ἀδελφῶν ἢ τέκνων θεωροῦσι καὶ περὶ νεκρικῶν δικάζονται ἢ ἀμφισβητοῦσιν. ἐὰν δὲ καὶ διάμετροι ἢ τετράγωνοι ἢ κακῶς πεσόντες ὑπὸ Ἄρεως θεωρηθῶσι, καὶ καθʼ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται ναυαγίοις τε καὶ κυλἱσεσι περιπίπτουσι καὶ ἐπωδύνως διάγουσιν. οἰκείως δὲ σχηματισθέντες μετὰ ἐξοδιασμῶν καὶ ὑπερθέσεως δόξας καὶ κατορθώσεις πραγμάτων ἐπάγουσι, ἀπόστροφοι δὲ μέτριοι πρὸς τὰς αἰτίας γενήσονται.