Ancient Greek
Liber V., β. Περὶ ἐνιαυτοῦ κλιμακτηρικοῦ καὶ ἐκλειπτικῶν τόπων καὶ καταρχῶν.
Vettius Valens, Anthologiarum libri ix 4-34
Not analysed yet
Ἵνα δὲ μὴ παρεκτραπέντες εἰς ἑτέραν καταντήσωμεν, σκοπεῖν δεήσει τὸν ἀναβιβάζοντα ἑκάστης γενέσεως ἐν ποίῳ ζῳδίῳ τέτευχε, πότερον τροπικῷ ἢ στερεῷ ἢ δισώμῳ καὶ τίνος ἀστέρος, καὶ ἡ τοῦ ζῳδίου δύναμις θραυσθήσεται. εὑρίσκομεν οὖν πολλάκις ἀστέρας δυναμένους παρασχεῖν τι κατὰ γένεσιν ἢ κατ᾿ ἐπέμβασιν ἐν τούτοις τοῖς τόποις καὶ μηδὲν ἀποτελοῦντας. ἐὰν δέ πως καὶ φάσιν τινὰ ποιήσωνται κατὰ τοῦ ἀναβιβάζοντος ἢ τοῦ καταβιβάζοντος, αἴτιοι κακῶν καθίστανται, μάλιστα ἐὰν καὶ ἀναποδίζοντες ἢ δύνοντες εὑρεθῶσι. πρὸς δὲ τὸ καταγόμενον ἔτος σκοπεῖν δεήσει τὸν καιρικὸν ἀναβιβάζοντα, ἐν ποίῳ τόπῳ τῆς γενέσεως τὴν ἐπέμβασιν πεποίηται· ὁμοίως γὰρ τοῦ τε ζῳδίου καὶ τοῦ δεσπότου τὴν δύναμιν θραύσει· καὶ ἐὰν μάλιστα οἱ αὐτοὶ χρονοκράτορες εὑρεθῶσιν, οὐδὲν δύνανται παρέχειν, μέχρις οἷ τοῦ τόπου χωρισθῶσιν.