Ancient Greek · ~8 min
Liber VI., η΄ . Περὶ χρόνων ζωῆς ἀπὸ πανσεληνιακοῦ καὶ ὡροσκοπικοῦ γνώμονος.
Vettius Valens, Anthologiarum libri ix 4-42
Not analysed yet
Ὅθεν μή τις ἡμᾶς δόξη πολυμερῶς καὶ ποικίλως συντεταχέναι· ἀγαπητὸν γὰρ ἐμοὶ μὲν πᾶσαν ζητήματος θέσιν προμεμηνυκέναι, δυνατὸν δὲ καὶ τοῖς ἐντυγχάνουσι προγυμνασθεῖσι χρόνῳ ταῖς ἀγωγαῖς καὶ τὰ πολλὰ παραπεμψαμένοις ἐπὶ τὴν φυσικὴν καὶ ἀτρεκῆ ὁδὸν καταντῆσαι. προεῖπον γὰρ τοῖς ἐμπροσθὲν, ὅτι ἃ μὲν ἐκ τῶν παλαιῶν σκοτεινῶς συντεταγμένα ἐπελυσάμην, ἃ δὲ καθὼς ἔδοξέ τισιν, οὕτως ἔχειν καλῶς ἐδόκουν, ἴνα μὴ δόξω ἀμύητος τῆς ἐντεύξεως γεγονέναι, ἃ δὲ καὶ αὐτὸς ἰδίως ἀνευρὼν συνέταξα, οἷς οἱ πεισθέντες ἀμετανόητον τὴν εἴσοδον κτήσονται. παρατηρητέον δὲ τοὺς ἀφετικούς καὶ ἀναιρετικούς τόπους, τίνων ἀστέρων ζῳδίοις ἢ καὶ ὁρίοις ἔτυχον· ἐκ γάρ τούτων αἵ τε αἰτίαι καὶ οἵ θάνατοι καταλαμβάνονται κατὰ τἀς φυσικάς αὐτῶν ἐνεργείας. χρή οὖν σκοπεῖν, τίς ὑπὸ τίνος κακοῦται ἡ βοηθεῖται ῇ καὶ συμπαθὴς ἢ ἀλλότριος τυγχάνει ὅπως τε πρὸς ἀλλήλους σχηματογραφίαι κατὰ γένεσιν τυγχάνουσι καὶ κατʼ ἐπέμβασιν καὶ κατὰ τὰς τῶν χρόνων παραλήψεις. καὶ περὶ μὲν ζῳδιακῶν καὶ μοιρικῶν ὡρῶν καὶ χρηματιζουσῶν μοιρῶν πολὺς ἡμῖν ὁ λόγος ἐμπροσθεν δεδήλωται τὴν ἁρμονίαν ἐχουσῶν εἰς τὸν περὶ ζωῆς χρόνον πολυμερῶς καὶ ποικίλως, καὶ εἰ μὴ κατὰ τὰς αὐτάς μοίρας ἢ κατὰ τὰ αὐτὰ ζῴδια τὴν κατάληξιν ἐχουσῶν τὴν αὐτὴν καὶ συνεγγίζουσαν, ὅπερ σπάνιον καὶ δύσπιστον παρά πολλῶν νομίζεται, ἀλλὰ τῷ κοσμικῷ περιπολήματι πάντα δυνατὰ καὶ ἐφικτὰ καὶ σεμνὰ καὶ ἀληθινὰ τυγχάνει καὶ χμρεῖ ἐπὶ τοσοῦτον διὰ μυρίων καὶ ποικίλων ἀγωγῶν, ἐφʼ ὅσον ἄν ζητῶν τις εὑρίσκῃ οὐ διὰ πλάνων ἀλλὰ φυσικῆς δημιουργίας. καὶ γὰρ αὐτὸς ὁ κόσμος ἀπλανὴς τυγχάνει καὶ ἃ κέκτηται ἀγαθὰ καὶ σεβάσμια ἡμέρας καὶ νυκτὸς προφανῆ πᾶσι δείκνυται ἀφθόνως. καὶ βλεπόμενα μὲν οὖν οὐ καταλαμβάνεται, συνέσει δὲ νοούμενα γινώσκεται, καθὼς ἕκαστα ὑπολαμβάνει. ἐκ τούτου δὲ μὲν ὁρώμενον καὶ γινόμενον καὶ λεγόμενον καταληπτὸν ὄν καὶ αὐτὸς μετέλαβον παραπεμψάμενος, τίνες ἂν εἴησαν καὶ πόθεν καὶ πῶς· ἕτεροι γὰρ περὶ τῶν τοιούτων ἀπείρους λόγους ἐποιήσαντο. ἀλλʼ ἅγε ἐκ παρατηρήσεμως χρόνων εὑρεθέντα καὶ δοκιμασθέντα συγκρίνας καὶ μύστης γενόμενος συνέταξα δοκῶν κόρον ταῖς γραφαῖς τεθεικέναι ἀρχήν, ἀνασκοτεινῶν τυποῦμαι καὶ οὐ διαλιμπάνω κάμνων μεθʼ ἡδονῆς. ἄγει γάρ με ἡ τῶν κοσμικῶν δημιουργία καὶ ἡ τῶν ζητουμένων ἀνεύρεσις πε ριπλέκουσα καινοτέροις θεωρήμασιν.