Ancient Greek · ~3 min
Liber VIII., γ΄. Πῆξις ὡροσκοπούσης μοίρας πρὸς τὰ προκείμενα β΄ ὄργανα.
Vettius Valens, Anthologiarum libri ix 4-48
Not analysed yet
Ἄλλως. Ἐπεξεύρομεν δὲ καὶ ἄλλως τὸ μέγεθος τὸ τῇ ἡλιακῇ μοίρᾳ παρακείμενον δωδεκαπλασιάσαντες, νυκτὸς δὲ τὸ διάμετρον. πολλαπλασιάσομεν πάλιν τὰς αὐτὰς ἐπὶ τὰς δεδομένας ὥρας τῆς ἀποκυήσεως καὶ ἐκκρούσαντες ἀνὰ τξ΄ τὰς λοιπὰς ἡγεῖσθαι γνώμονα ὡροσκοπικόν ἔπειτα τὸ διάστημα τὸ ἀπὸ Ἡλλίου ἐπὶ Σελήνην λαβὼν πρὸς ἀναφοράν συγκρῖναι τῷ πρώτῳ γνώμονι τῷ ὡροσκοπικῷ· ἐὰν μὲν γάρ πλεονάζῃ ὁ ἡλιακὸς γνώμων, προστίθει τῇ ὥρᾳ, ἐὰν δὲ ἐλλείψῃ, ἀφαίρει. τοσοῦτον δὲ προστιθέναι δεῖ ἢ ἀφαιρεῖν, ὅσον ἂν ἡ ὑπεροχὴ τοῦ ἡλιακοῦ μεγέθους σημαίνῃ· ὁ γὰρ ὁλοτελὴς πρὸ τῆς συγκρίσεως καταληφθήσεται ἐκ τῆς κατὰ τὴν ὥραν ἢ καὶ μέρος ὥρας προσθέσεως καὶ ἀφαιρέσεως.