Ancient Greek · ~5 min
Vettii Valentis Anthologiarum liber I., ε΄. Ὡροσκοπικὸς γνώμων.
Vettius Valens, Anthologiarum libri ix 4-5
Not analysed yet
Ἡμέρας τὰς τοῦ Ἡλίου δεῖ λαμβάνειν καὶ τὰς λοιπὰς τὰς τῆς Σελήνης καὶ ἐκκρούειν τριακοντάδας, τὰς δὲ περιλειπομένας εἰσενέγκαντας εἰς τὸν ἀναφορικὸν λόγον παρακείμενον μέγεθος τῷ ἡλιακῷ ζῳδίῳ ποιεῖν ἐπὶ τὰς μοίρας τοῦ ζῳδίου, καὶ ἐποπροσθέντας τὰς ἡλιακὰς μοίρας ἀπολύειν τριακοντάδας· ὅσαι δʼ ἂν λείψωσιν, ἔσονται ἡλιακὸς γνώμων ,ὃν καὶ σημειωσάμενοι ποιήσομεν καὶ τὸν τῆς Σελήνης γνώμονα οὕτως. διπλώσαντες ἃς ἔχει μοίρας ἡ Σελήνη ἀφαιροῦμεν τριακοντάδας, τὰς δὲ περιλειπομένας δωδεκαπλασιάσαντες καὶ ἐπιπροσθέντες τὰς τῆς Σελήνης μοίρας ἀφαιροῦμεν τριακοντάδας, καὶ αἱ λοιπαὶ ἔσονται τῆς Σελήνης γνώμων. νυκτὸς δὲ τὰς λοιπὰς τῆς Σελήνης μοίρας καὶ ἃς ἔχει ὁ Ἥλιος ἐπισυνθέντες καὶ ἐκκρούσαντες εἰς τὸν ἀναφορικὸν τριακοντάδας τὰς λοιπὰς εἰσφέρομεν ἐπὶ ἡλιακὸν ζῴδιον καὶ ἐπιγνόντες ὡριαῖον μέγεθος πολλαπλασιάζομεν τὰς τοῦ Ἡλίου μοίρας καὶ ἐπιπροσθέντες, ὅσας ἔχει μοίρας ὁ Ἥλιος, ἀφαιροῦμεν τριακοντάδας· καὶ αἱ περιλειπόμεναι ἔσονται ἡλιακὸς γνώμων. ἐὰν οὖν ὑπερέχῃ ὁ τοῦ Ἡλίου γνώμων τὸν τῆς Σελήνης, ἡ ὥρα ἀφαίρεσιν ἔχει· ἐὰν δὲ ὁ τῆς Σελήνης, πρόσθεσιν, ὅση ἡ ὑπεροχή· ἐὰν δὲ ἴση, οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἔχει. ὁμοίως καὶ ἐὰν ὑπὲρ τὰς ιε΄ ἢ ἐντὸς αἱ περιλειπόμεναι πρόσθεσιν ἢ ἀφαίρεσιν ἔχωσι.