Ancient Greek · ~4 min
Liber II., β΄. Τριγώνων διακρίσεις καὶ οἰκοδεσποτῶν καὶ συνεργῶν καὶ αἱρέσεων Ἡλίου Σελἡνης καὶ νυκτός.
Vettius Valens, Anthologiarum libri ix 5-10
Not analysed yet
Βέλτιον μὲν οὖν τοὺς ἡμερινοὺς ἐν ἰδίοις τριγώνοις ἐπικέντρους ἢ ἐν χρηματιστικοῖς τόποις εὑρίσκεσθαι καὶ τοὺς νυκτερινοὺς ὁμοίως· ἐὰν δὲ ἐν ἀλλοτρίοις τριγώνοις ἢ παῤ αἵρεσιν, ἥττονα τὶ τῆς εὐδαιμονίας καὶ ἐπὶ φόβοις γενήσεται. τῶν οἰκοδεσποτῶν καὶ τῶν συνεργῶν παραπεπτωκότων σκοπεῖν δεήσει τὸν κλῆρον τῆς τύχης καὶ τὸν τούτου οἰκοδεσπότην. ἐὰν γὰρ ἐπίκεντροι καὶ ἐπαναφερόμενοι εὑρεθῶσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, εὐτυχίας καὶ δόξης μέρος ἕξει ὁ γεννώμενος, ἀνωμαλίας δὲ κατὰ καιρὸν καὶ ἐναντιώματα ὑπομένων· πλὴν οὐκ ἀπορήσει. ἐὰν δὲ καὶ οὗτοι κακῶς πέσωσι, μέτρια καὶ σκληρότατα τὰ πράγματα κριθήσεται· δυσεπίτευκτοι γὰρ εἰς τὰς ἐπιβολάς, ἐνδεεῖς, κατάχρεοι, εἰς τὰ θεῖα βλασφημοῦντες. ἐὰν δὲ καὶ ὑπὸ κακοποιῶν μαρτυρηθῶσιν, ἐπίμοχθοι ἀλῆται αἰχμάλωτοι ὑποτακτικοὶ κακόβιοι ἐπισινεῖς ἐπικίνδυνοι. ἐὰν δέ πως τοῦ τε κλήρου καὶ τοῦ οἰκοδεσπότου κακῶς πεπτωκότων ἀγαθοποιοὶ ἐπιμαρτυρήσωσιν, ἐλεούμενοι διαζῶσιν ἢ ὑπὸ ἑτέρων προσλαμβανόμενοι κοσμίως κατά τινα χρόνον διανύουσιν ἢ πράξεων ἢ πίστεων ἢ δωρεῶν μεταλαμβὰνοντες· πλὴν οὐκ ἀταράχως οὐδὲ ἀμέμπτως τὸν βίον διάξουσιν.