Ancient Greek · ~4 min
Liber IX., η΄. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς τὰ ἀπογώνια.
Vettius Valens, Anthologiarum libri ix 5-36
Not analysed yet
Ὁμοίως δὲ καὶ Ἀχιλλεύς τὸ Τρωικὸν πεδίον αἵματι πληρώσας καὶ Ξάνθον τὸν ποταμὸν νεκρῶν πλήσας καὶ δόξας θεομαχεῖν καὶ ὑπὸ θεῶν βοηθούμενος καταλειφθεὶς ὑπὸ Ἀθηνᾶς ἀνῃρέθη ὑπὸ Ἀλεξάνδρου μητρὸς αὐτῷ θεᾶς παρεστώσης. ἀλλὰ μὴν καὶ ἐπὶ Διομήδους καὶ Ὀδυσσέως Ἀθηνᾶ ὕπνῳ μεθύσασα τοὺς βαρβάρους, ὅπως Ῥῆσος ὁ Θρακῶν βασιλεύς ἀπόληται, τούτοις παρέσχε τὴν ἀριστείαν· καὶ ἕτερα δὲ τεκμήρια περὶ τοιούτων ὑπὸ πολλῶν συντεταγμένα φέρεται. τοῖς δὲ ἐν ῥώμῃ σωμάτων οὖσι καὶ δυνάμει πράξεων βοηθουμένοις ὑπὸ τοῦ χρόνου καὶ θεοῖς προσομιλεῖν δοκοῦσι καὶ παρεστάναι δεῖ συλλογίζεσθαι, ὅτι καὶ οἱ θεοὶ τῶν μοιρῶν ὑπουργοὶ γενόμενοι ὧν μὲν βοηθοὶ ὧν δὲ πολέμιοι καθίστανται· ἀπροφάσιστον γὰρ οὐδὲν ἐν ἀνθρὼποις ἐπί τε τῶν φαύλων καὶ ἀγαθῶν δημιουργεῖται· ἔτι δὲ καὶ κατασκευάζεται ὑπὸ εἱμαρμένης τά μέλλοντα ἔσεσθαι διά τε ἁρμονίας καὶ φιλίας καὶ δόξης συστάσεως προκειμένης ἔχθρας σίνους πάθους ἀπορρήτμων πραγμάτων καὶ μυστικῶν καὶ θανάτου καὶ τῶν λοιπῶν.