Ancient Greek · ~4 min
Vettii Valentis Anthologiarum liber I., α΄. Περὶ τῆς τῶν ἀστέρων φύσεως.
Vettius Valens, Anthologiarum libri ix 6
Not analysed yet
Ἡ δὲ Ἀφροδίτη ἐστὶ μὲν ἐπιθυμία καὶ ἔρως, σημαίνει δὲ μητέρα καὶ τροφόν· ποιεῖ δὲ ἱερωσύνας, γυμνασιαρχίας, χρυσοφορίας, στεμματοφορίας, εὐφροσύνας, φιλίας, ὁμιλίας, ἐπικτήσεις ὑπαρχόντων, ἀγορασμούς κόσμου, συναλλαγάς ἐπὶ ἀγαθόν, γάμους, τέχνας καθαρίους, εὐφωνίας, μουσουργίας, ἡδυμελείας, εὐμορφίας, ζωγραφίας, χρωμάτων κράσεις καὶ ποικιλτικήν, πορφυροβαφίαν καὶ μυρεψικήν, τούς τε τούτων προπάτορας ἢ καὶ κυρίους, τέχνας ἢ ἐμπορικὰς ἐργασίας σμαράγδου τε καὶ λιθείας, ἐλεφαντουργίας· οὓς δὲ χρυσονήτας, χρυσοκοσμήτας, κουρεῖς, φιλοκαθαρίους καὶ φιλοπαιγνίους αὐτοὺς ἀποτελεῖ περὶ τὰ τῶν ζῳδίων αὐτῆς ὄρια καὶ τὰς μοίρας. δίδωσι δὲ καὶ ἀγορανομίας, μέτρα, σταθμούς, ἐμπορίας, ἐργαστήρια, δόσεις, λήψεις, γέλωτα, ἱλαρίαν, κόσμον, θήρας ὑγρῶν. δίδωσι δὲ καὶ ἐκ βασιλικῶν γυναικῶν ἢ οἰκείων ὠφελίας καὶ δόξας περιποιεῖ περιττάς, συνεργήσασα ἀπὸ τοιούτων πραγμάτων. τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει τραχήλου, προσώπου, χειλέων, ὀσφρήσεως καὶ τῶν ἐμπροσθίων μερῶν ἀπὸ ποδὸς ἕως κεφαλῆς συνουσίας μορίων, τῶν δὲ ἐντὸς πνεύμονος. ἐστὶ δὲ καὶ ἑτέρας τροφῆς δεκτικὴ καὶ ἡδονῆς. οὐσίας δὲ κυριεύει λίθων πολυτίμων καὶ ποικίλου κόσμου, καρπῶν δὲ ἐλαίας. ἐστὶ δὲ τῆς νυκτερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ λευνή τῇ δὲ γεύσει ἐλλιπωτάτη.