Ancient Greek · ~10 min
Liber VIII., ε΄. Εἴσο δος τῶν προκειμένων δύο ἀργάνων.
Vettius Valens, Anthologiarum libri ix 6-29
Not analysed yet
Εἰ δέ τις βούλοιτο ἐλέγχειν, ἀναδραμὼν μίαν ἢ καὶ δύο μοίρας ἢ καὶ ἐπιπροσθεὶς τῇ ἡλιακῇ ἢ σεληνιακῇ, ἐάνπερ δοκῇ πεπλανῆσθαι, ἤ καὶ ἕτερον ὡροσκόπον λογισάμενος τῷ αὐτῷ τρόπῳ πραγματευσάσθω· καὶ τὴν ὁδὸν ἐξευρήσει. τοῦτο δʼ ἔξεστι δοκιμάζειν ἐκ τῶν ἤδη τετελευτηκότων καὶ μὴ πιστεύειν τοῖς πεπλανημένας ἐξ ἀκοῆς γενέσεις κομίζουσιν καὶ δοκεῖν διαπταίειν, ἀλλὰ κρίνοντα βεβαίαν τὴν ὑπόθεσιν μὴ ξενίζεσθαι. προσπαραληπτέον δὲ ἀναγκαίως ἐνταῦθα τὰς ἀκτινοβολίας καὶ τὰς συμπαρουσίας τῶν κακοποιῶν πρός τε τὸν Ἡλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τόν τε οἰκοδεσποτικὸν λόγον· ἐκ γὰρ τούτων καὶ οἱ ὅροι τῆς ὑποστάσεως καταλαμβάνονται. πρὸς δὲ τοὺς ἀχρόνους ἢ ὀλιγοχρονίους γοχρονίους λογισόμεθα τούς προκειμένους χρόνους τῶν ὅρων, πρῶτον μὲν ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς· μετὰ δὲ τὸ συμπληρῶσαι τὸν πρῶτον ὅρον τῶν ἐτῶν τὸν δεύτερον καὶ τὸν τρίτον ὁμοίως λογισόμεθα, ὥρας ἡμέρας μῆνας, καὶ ἐπιπροσθήσομεν τῳ πρώτῳ. ἐν δὲ τοῖς ἀλιγαναφόροις ζῳδίοις ἐπὰν εὕρωμεν πολυχρονίους γενέσεις, τὸν πρῶτον ἢ τὸν τρίτον ἐπισυνάγομεν ἢ τὸν δεύτερον καὶ τὸν τρίτον ἢ τὸν τέταρτον ὁλόκληρον καὶ τῶν λοιπῶν τὰ τῇ μοίρᾳ παρακείμενα καὶ ἀποφαινόμεθα. Πάλιν δὲ ποῖος ὅρος τῶν τριῶν ἰσχύσει, οὕτως γνωστέον. εἰσελθὼν κατὰ τὴν ὡροσκοποῦσαν μοῖραν θεωρῶ, πόσα ἔτη παράκειται τὸν πρῶτον ὅρον· ἔπειτα εἰσελθὼν εἰς τὴν κατʼ εὐθὺ μοῖραν ζητῶ, τοῖς εὑρεθεῖσιν ἔτεσι καὶ μησὶν πόστος ἀριθμὸς παράκειται, καὶ τοῦτον προσθεὶς ταῖς τοῦ ὡροσκόπου μοίραις ἀπολύω ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἢ τῆς Σελήνης, ἐὰν ἐπίκεντρος ἢ ἐπαναφερομένη τύχῃ. ὅπου δʼ ἄν καταλήξῃ, ὄψομαι τὰς ἀκτῖνας τῶν κακοποιῶν, μήπως ἐμποδίσωσιν ἐὰν γὰρ οὕτως εὑρεθῇ, ὁδὶ ὀλετὴς τῶν κύκλων. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου ὅρου. ἄλλως τε πάλιν λήψομαι ἐκ τῶν ἀπὸ συναφῆς τὰ ἔτη, ἐκ τῶν δευτέρων καὶ ἐκ τῶν ἀστέρων, καὶ ὄψομαι μήπως ὁ τῆς λύσεως οἰκοδεσπότης τῶν τριῶν ἐπικρατήσῃ᾿ καθʼ ὃν δήποτε οὖν τρόπον· λύσεως δέ ἐστιν ὁ ιβ΄ τόπος. προβλέπειν δὲ δεῖ καὶ τὸν κλιμακτηρικὸν λόγον, καθὼς ἐπελυσάμεθα. ἐὰν ὁ κατʼ ἔλλειψιν ἀριθμὸς συνεμπέσῃ, χρεοκοπήσει ἐκ τῶν ἐτῶν μέρος· πολλάκις οὖν ἢ προλήψεται ὁ κλιμακτὴρ ἢ μετὰ τὸν λογιζόμενον ἀριθμὸν τῶν ἐτῶν τὸ τέλος ἐποίσει. παρατηρητέον δὲ εἰς ποῖον σελίδιον ἐξέπεσεν τοῦ ὡροσκόπου τόπος, πότερον δύο ἢ τρεῖς ἢ τέσσαρας ἀριθμοὺς ἔχει, καὶ οὕτως τῷ συναμφοῖν ἀριθμῳ χρῆσθαι ἐπὶ τῶν ἐτῶν. οἷον ἔστω ὡροσκοπικὴν μοῖραν ἐκπεπτωκέναι Καρκίνου μοίρᾳ η΄ ,ἥτις σημαίνει τόπον Ταύρου· ἐν δὲ τῷ αὐτῷ σελιδίῳ καὶ μοῖρα θ΄ χρηματίζει· ἰσχύσει οὖν καὶ αὕτη ἡ θ΄ μοῖρα πᾶσαν αἵρεσιν. ὁμοίως ἐν αὐτῷ τῷ Καρκίνῳ ἀπὸ κε΄ ἕως κη΄ μοίρας τόπῳ Ὑδροχόου· χρηματίσει οὖν καὶ ἡ κϚ΄ ⟨καὶ〉 κζ΄ μοῖρα.