Ancient Greek · ~6 min
Vettii Valentis Anthologiarum liber I., ιθ΄. Ἱππάρχειον περὶ ψήφου Σελήνης ποίίῳ ζῳδίῳ.
Vettius Valens, Anthologiarum libri ix 6-4
Not analysed yet
Αὐγούστῳ α΄ καὶ ἐβασίλευσεν ἔτη μγ΄, γίνεται μδ΄· ἀφαιρῶ λ΄ λοιπαὶ ιδ΄ ταύτας Τιβερίῳ προστιθῶ καὶ τὰ τῆς βασιλείας Τιβερίου κβ΄, γίνεται λϚ΄ ἀφαιρῶ λ΄, λοιπαὶ ἓξ. ταῦτα Γαίῳ προστιθῶ, καὶ ἐκράτησε δ΄, γίνεται ι΄. Κλαυδίῳ προσέθηκα καὶ ἐβασίλευσε ιδ΄ γίνεται κδ΄. ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα, λοιπὰ ε. ταῦτα Νέρωνι· καὶ ἐβασίλευσε ιδ΄, γίνεται ιθ΄ πλήρης οὖν ἡ ἐννεακαιδεκαετηρίς. καὶ αὕτη μὲν χρηματίζει ἐὰν θῆ μὲν οὖν εἰς συμπλήρωσιν τῶν λ΄ Οὐεσπασιανοῦ ια΄ καὶ ἐβασίλευσε ι΄, γίνεται κα΄· ἀφεῖλον ἐννεακαιδεκαετηρίδα. λοιπὰ β· . ταῦτα Τίτῳ· καὶ τὰ τῆς κρατήσεως γ΄, γίνεται ε΄. ταῦτα Δομετιαν ῷ· καὶ τὰ τῆς κρατήσεως ιε΄, γίνεται κ΄. ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα, λοιπὸν α΄· ἔστιν ἡ τοῦ Νέρουα πρόσθεσις, καὶ ἐκράτησεν ἔτος α΄, γίνεται β΄. ταῦτα Τραϊανῷ, καὶ ἃ ἐκράτησε ιθ΄, γίνεται κα΄ ὑφαιρουμένης τῆς ἐννεακαιδεκαετηρίδος λοιπαὶ περιλείπονται β΄, αἵτινές εἰσιν Ἀδριανοῦ, καὶ ἃ ἐκράτησεν εἴκοσι ἓν τῆς βασιλείας, γίνεται κγ΄ ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα· λοιπαὶ δ΄ Ἀντωνίνου. ὁμοίως προστιθῶ ἃ ἐκράτησεν ἔτη κγ΄, γίνεται κζ΄. ἀφ᾿ ὧν ἀφαιρῶ ιθ΄, λοιπὰ η΄ αὗται προστεθήσονται Ἀντωνίνῳ καὶ Λουκίῳ Κομμόδῳ καὶ ἃ ἐβασίλευσε λβ΄, γίνεται μ΄· ἀφ᾿ ὧν ἀφαιρῶ λ΄, λοιπὰ ι΄ Σεβήρου καὶ Ἀντωνίνου. καὶ ἐβασίλευσαν κε΄, γίνεται λε΄ ὧν ἀφαιρῶ λ΄, λοιπὰ ε΄ Ἄντωνίνῳ· καὶ ἐβασίλευσε δ΄, γίνεται θ΄ Ἀλεξάνδρῳ· καὶ ἃ ἐβασίλευσε ιγ΄, γίνεται κβ΄· ὧν ἀφαιρῶ ἐννεακαιδεκαετηρίδα· λοιπὰ δ΄ τῆς Μαξιμιανοῦ προσθέσεως καὶ ἃ ἐκράτησε γ΄, γίνεται ζ΄. καὶ ΓορδιανοῦϚ΄ καὶ Φτλίππου Ϛ΄, γίνεται ὁμοῦ ιθ΄· πλήρης ἡ