Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., κγ΄. Περὶ σπορᾶς.
Vettius Valens, Anthologiarum libri ix 6-8
Not analysed yet
Τὴν ὥραν τῆς σπορᾶς ἡ κατὰ γένεσιν Σελήνη δηλώσει, καθ᾿ οὗ ζῴου τέτευχεν. ὅσαι δ᾿ ἂν ὦσι μοῖραι τῆς κατ᾿ ἐκτροπὴν Σελήνης, τοσαύτας ἔχει ὁ ὡροσκόπος τῆς σπορᾶς. ἕτεροι δὲ τὰς γεννητικὰς ὥρας διπλασιάσαντες λογίζονται τῷ ὡροσκόπῳ καὶ πάλιν μὲν τοῦ κατ᾿ ἐκτροπὴν Ἡλίου λαβόντες τὸ δ΄ κἀκείνου τὸ προηγούμενον τρίγωνον ὡροσκόπον τῆς σπορᾶς ἡγοῦνται. ὅθεν κατὰ τὴν προκειμένην αἵρεσιν καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων ζητήσαντες οὐ παραμφοδίσομεν. οὗτος δὲ ἔστω ἀναγκαστικὸς καὶ μυστικὸς τρόπος εἰς τὴν μέλλουσαν ὑφ᾿ ἡμῶν ἀγωγὴν ἐπιλύεσθαι.