Ancient Greek · ~5 min
Liber II., λζ΄. Περὶ γάμου καὶ συναρμογῆς καὶ εὐπαθείας παντοῖαι θεωρίαι καὶ παντοῖς.
Vettius Valens, Anthologiarum libri ix 7-12
Not analysed yet
Ἐὰν δὲ καὶ δεδυκότες ὦσιν ὑπὸ τὰς αὐγὰς Ἄρης καὶ Ἀφροδήτη, λαθριμαῖοι μοιχεῖαι γενήσονται καὶ κρυπτὰ ἁμαρτήματα· ἐὰν δὲ καὶ ἀνατολικοὶ τύχωσιν ἢ ἐπίκεντροι, φανερώτερον· ἐὰν δὲ καὶ Ἑρμῆς ἀνατολικὸς συμπαρῇ αὐτοῖς, μᾶλλον ἔσται μοιχεία ἐπικίνδυνος καὶ διαβολή. καὶ ἐὰν μὲν Ζεὺς ἐπιμαρτυρῇ, ῥύεται· εἰ δὲ μή, συσχεθήσεται ἢ συναιρεθήσεται, ἐὰν τοῦτον ἔχῃ τὸν τρόπον τοῦ θανάτου· εἰ δὲ μή, ἀναλώσας πολλὰ σωθήσεται. ὅσοις δʼ ἂν συμβῇ κεῖσθαι τὴν Ἀφροδίτην κακῶς καὶ Ἄρεα κακοδαιμονοῦντα καὶ παῤ αἵρεσιν χρηματίζωσιν ἢ τῷ δύνοντι ζῳδίῳ τύχωσιν καὶ συναιρετιστοῦ οἴκῳ, χεῖρον ἔσονται φθοραὶ καὶ μοιχεῖαι ἐπικίνδυνοι, ἔσονται δὲ καὶ φθονικαὶ κατακρίσεις· ὁμοίως δὲ καὶ διαμετροῦντες ἀλλήλους ποιοῦσι τὰ προγεγραμμένα, ἐπιτατικώτερον δὲ εἰς χωτιδμοὺς καὶ ἀηδίας καὶ ζηλοτυπίας καὶ ἀργὰς καὶ μᾶλλον ἐπιβουλὰς καὶ κινδύνους μεταλαμβάνουσι. διὰ δὲ τὸ τὸν Ἑρμῆν αὐτοῖς μαρτυρεῖν τὰ νεωτερικὰ ἐπακολουθεῖ ἁμαρτήματα, προσέτι δὲ καὶ εἰς δουλικὰ πρόσωπα καὶ παῖδας ἐμπλέκονται, πολυκοιτοῦσι δὲ καὶ μοιχαίνουσι καὶ καταφημίζονται, ὑποφθοραί τε ὑπὸ φίλων καὶ δούλων καὶ ἐχθρῶν καὶ στάσεις γίνονται καὶ φαρμακεῖαι. Ζεὺς δὲ συνὼν μαρτυρῶν μετὰ ἀφροδισίας τὰ προγεγραμμένα ἐπιτελεῖ λεληθότως καὶ ἐπὶ μείζονα προβιβάζονται ὕπαρξιν, μάλιστα ἐὰν ἀνατολικὸς ᾖ ἢ ἐπίκεντρος.