Ancient Greek
8 to 9
Vettius Valens, Anthologiarum libri ix 8-9
Not analysed yet
Οἱ μὲν οὖν ἀγαθοποιοὶ ἐπιτόπως καὶ καλῶς κείμενοι τὰ ἴδια ἀποτελοῦσι κατά τε τὴν ἰδίαν καὶ τὴν τοῦ ζῳδίου φύσιν, συνεπικιρναμένης τῆς ἑκάστου ἀστέρος μαρτυρίας ἢ συμπαρουσίας. παραπεπτωκότες δὲ ἐναντιωμάτων εἰσὶ δηλωτικοί· ὁμοίως δὲ καὶ οἱ κακοποιοὶ χρηματίζοντες ἐπιτόπως καὶ τῆς αἱρέσεως ἀγαθῶν δοτῆρες καὶ μειζόνων τάξεων καὶ προκοπῶν δηλωτικοί, ἀχρημάτιστοι δὲ ἐκπτώσεις καὶ καταιτιασμοὺς ἀποτελοῦσι. Τούτων δὲ οὕτως διατεταγμένων λεκτέον καὶ περὶ τῆς τῶν ιβ΄ ζῳδίων φύσεως.