Ancient Greek · ~7 min
8 to 13
Vettius Valens, Anthologiarum libri ix 8-5-13
Not analysed yet
Ζεὺς καὶ Ἥλιος ὁμόσε ἰόντες λαμπροὺς ἐπιδόξους ἀποτελοῦσιν, ἀρχικοὺς ἡγεμονικοὺς τυραννικοὺς πρακτικοὺς ὑπὸ ὄχλων τιμωμένους καὶ εὐφημουμένους, εὐπόρους δὲ καὶ πλουσίους καὶ μετὰ πλείστης φαντασίας διεξάγοντας· πλὴν κατά τινας χρόνους ἀνωμαλίαις καὶ φθόνοις, καὶ μάλιστα, ἐὰν καὶ ὁ ἀστὴρ ὑπὸ δύσιν εὑρεθῇ, φαντασίαις μείζοσι περιτρέψας οἴησιν ἀληθείας ἀπεργάζεται. Ζεὺς καὶ Σελήνη ἀγαθοὶ περικτητικοί, κόσμου καὶ σωμάτων δεσπότας ἀποτελοῦντες καὶ ἀρχὰς ἐπισήμους παρεχόμενοι, ἔκ τε γυναικῶν καὶ ἐπισήμων προσώπων ὠφελουμένους, ἀπὸ οἰκείων ἦ τέκνων εὐεργετουμένους καὶ δωρεῶν καὶ τιμῶν καταξιουμένους, χρθματοφύλακας ἢ πολλὰ δανειστικούς ἢ πιστευομένους καὶ θησαυρῶν νὑρετάς, εὐχρηματίστους. Ζεὺς ταὶ Ἄρης ἐπιδόξους φαντασιώδεις, μειζόνων ἢ βασιλέων φίλους, θτρατιωτικοὺς ἐπισήμους καὶ ὀψωνίων μετόχους, δημοσίοις ἢ στρατιωτικοῖς τὰς ἀναστροφὰς ποιουμένους καὶ τιμῆς καὶ δόξης καταξιουμένους, ἀνωμάλους δὲ τῷ βίῳ καὶ τῷ ἤθει καὶ τῶν κτηθέντων ἀποβολάς ποιουμένους. Ζεὺς καὶ Ἀφροδίτη ἀγαθοὶ σύμφωνοι, περιποιητικοὶ δόξης καὶ ὠφελείας, ἐπάγοντες ἐπικτήσεις δωρεὰς κόσμους σωμάτων δεσποτείας τέκνων γονὰς ἀρχιερωσύνας προστασίας ὄχλων στεμματηφυρίας χρυθοφορίας, ἀνδριάντων καὶ εἰκόνων καταξιουμένους, ἀνωμάλους δὲ περὶ γάμους καὶ τέκνα ἀποτελοῦσι. Ζεὺς καὶ Ἑρμῆς ἀγαθοὶ σύμφωνοι διοικητικοί, πραγμάτων οἰκονόμους ἀποτελοῦντες ἔν τε πίστεσι καὶ χειριθμοῖς γινομένους, ἐπιτροπικούς, ἀπὸ λόγων ἢ ψήφων ἀναγομένους καὶ παιδείαις δοξαζομένους, πολυφίλους δὲ καὶ εὐσυστάτους, μισθῶν καὶ ὀψωνίων καταξιουμένους. ἐὰν δέ πως καὶ χρηματιστικοῖς ζῳδίοις εὑρεθῶσι, καὶ θησαυρῶν εὑρετὰς ποιοῦσιν ἢ ἐκ παραθηκῶν ὠφελουμένους δανειστικούς. Ἀφροδίτη καὶ Ἡλιος σύμφωνοι καὶ ἐπίδοξοι καὶ ἀγαθῶν δοτῆρες, συστάσεις ἀρρενικῶν καὶ θηλυκῶν ἐπάγοντες δωρεάς τε καὶ καταγραφάς, καὶ περὶ τὰς ἐπιβολάς εὐεπιτεύκτους· ἐσθ᾿ ὅτε μὲν οὖν καὶ προστασίας ἀναλαμβάνοντας ὀχλικὰς ἢ πίστεις καὶ ἑτέρων τόπων προεστῶτας καὶ ὀψωνίων καταξιουμένους, εἰς δὲ τὸν περὶ γυναικὸς καὶ τέκνων τόπον οὐκ ἀλύπους, καὶ μάλιστα ἐὰν ὑπὸ δὑσιν τύχῃ ὁ ἀστήρ.