Ancient Greek · ~6 min
Vettii Valentis Anthologiarum liber I., β΄. Περὶ τῆς τῶν ιβ΄ ζῳδίων φύσεως.
Vettius Valens, Anthologiarum libri ix 9
Not analysed yet
Λέων ἐστὶν ἀρρενικόν, οἶκος Ἡλίου, ἐλεύθερον, πυρῶδες, εὔκρατον, νοερόν, βασιλικόν, ἑδραῖον, ἀγαθόν ἀνωφερές, εὐμετάβολον, στερεόν, ἡγεμονικόν, πολιτικόν, ἀρκτικόν, ὀργίλον. οἱ οὖν γεννώμενοι ἐπίσημοι, ἀγαθοί, ἀμετάβλητοι, δίκαιοι, μισοπόνηροι, ἀνυπότακτοι, κολακείας μισοῦντες, εὐεργετικοί, παρεπηρμένοι ταῖς διανοίαις. ἐὰν δὲ καὶ ὁ οἰκοδεσπότης ἐπίκεντρος τύχη ἢ καὶ σὺν ἀγαθοποιοῖς, γίνονται λαμπροί, ἔνδοξοι, τυραννικοί, βασιλικοί. ἐστὶ δὲ καυματώδης, ὁ δὲ τῷ στήθει λαμπρὸς πυρώδης καὶ πνιγώδης, ἔχει δὲ τὰ κατὰ μέρος μέχρι μοίρας κ΄ πνιγώδη, λοιμικὰ τετραπόδων τοῖς ὑποκειμένοις κλίμασι καὶ τόποις, τὰ δεξιὰ κινητικά, πυρώδη, τὰ δὲ νότια εὔυγρα ,τὰ δὲ κατωτέρω ὀλέθρια πρὸς πάντα, τὰ δὲ μέσα καὶ ἀριστερὰ εὔκρατα. ἀστέρας δὲ ἔχει ὁ Λέων . κατὰ δὲ τὰ Σφαιρικὰ βορρόθεν συνανατέλλει ὁ ἀριστερὸς βραχίων τοῦ Ἀρκτοφύλακος ,νοτόθεν πρύμνα Ἀργοῦς καὶ τοῦ Κυνὸς λοιπὸν καὶ τῆς Ὕδρας, ἧς ἡ μὲν οὐρὰ παράκειται ἄχρι τῆς χηλῆς τοῦ Σκορπίου, ἡ δὲ κεφαλὴ ἄχρι τῆς χηλῆς τοῦ Καρκίνου. ἐπάνω δὲ αὐτοῦ ἐφέστηκεν Ἄρκτος ἡ μικρά, κατὰ δὲ τὴν γραμμὴν παρατείνει κεφαλὴ τοῦ Μράκοντος, ἡν βαστάζει Ὀφιοῦχος βορρόθεν δέ ἐστι Δελφίν, Λύρα, Ζεῦγμα, Ὄρνις πλὴν τοῦ λαμπροῦ ἀστέρος κατὰ ὀρθοπύγιον αὐτοῦ καὶ τοῦ Ἵππου ἡ κεφαλή. Ἔστι δὲ τῳ Λέοντι ὑποτεταγμένα κλίματα· τῇ κεφαλῇ μὲν Κελτικὴ καὶ οἱ συνεχεῖς τόποι· ἐμπρόσθια, Βιθυνία· δεξιά, Μακεδονία καὶ οἱ συνεχεῖς τόποι· ἀριστερά, Προποντίς· πόδες, Γαλατία· κατὰ τὴν κοιλίαν Κελτική· ὤμοις Θρᾴκη· λαγόσι Φοινίκη. Ἀδρίας, Λιβύη· τοῖς μέσοις Φρυγία, Συρία· οὐρᾷ Πισινοῦς.