Ancient Greek · ~3 min
Vettii Valentis Anthologiarum liber I., κβ΄. Περὶ σχηματισμῶν κατὰ πλείους.
Vettius Valens, Anthologiarum libri ix 9-4
Not analysed yet
Κρόνος Ἄρης Ἑρμῆς κακουργίας καὶ δόλους ἀποτελοῦσι κρίσεις τε καὶ ταραξάς, γραπτῶν ἢ μυστικῶν χάριν πραγμάτων ἐγγύαις τε ἢ δανείσεσι περιτραπέντες ἀγῶνας οὐ τοὺς τυχόντας ὑπομένουσι καὶ καθαιρέσεις. ἄλλως τε δριμεῖς καὶ εὐσυνέτους περὶ τὰς πράξεις ἀποτελοῦσι, ποικίλως τὸν βίον διερχομένους καὶ ὑπό τινων κακολογουμένους διά τινας βιαίους ἢ παρανόμους πράξεις· ἔσθ᾿ ὅτε μὲν οὖν καὶ πράξεων ἐπιμόχθων ἢ ἐπικινδύνων ἐντὸς γινομένοι καὶ ἐνδείαις περιπίπτοντες τὴν ἰδίαν μέμφονται τύχην καὶ εἰς θεοὺς βλασφημοῦσιν ἢ ἐπίορκοι καὶ ἄθεοι καθίστανται. ἐὰν δὲ καὶ ἀνοικείως πέσωσιν οἱ ἀστέρες, καὶ καταιτιασμοὺς καὶ συνοχὰς ποιοῦσιν. ἐὰν δὲ χρηματιστικοῖς τόποις ἢ ἰδίοις τύχωσι, τοὺς ὑπὲρ ἑτέρων ἀγῶνας ἀναδεχόμενοι τῶν πλείστων καθυπερτερήσουσιν ἢ καὶ ἀπὸ λόγων ἢ ψήφων ἢ στρατειῶν ὠφεληθέντες τῷ βίῳ προσαυξήσουσι.