Ancient Greek · ~5 min
Liber II., ιϚ΄. Τριγμωνικαὶ ἀστέρων διακρίσεις πρὸς εὐδαιμονίαν ἢ δυστυκίαν· τριγμωνικὰ καὶ ἐξαγωνικὰ καὶ διαμετρικὰ σχήματα.
Vettius Valens, Anthologiarum libri ix 9-5
Not analysed yet
Ἑρμῆς Κρόνῳ τρίγωνος, μάλιστα ἐὰν ἐν ἰδίοις τύχωσι τριγώνοις, ποιεῖ βασιλέων οἰκονόμους ἢ ἐπιτρόπους ἢ ἐπὶ ναυκληριῶν ἢ οἰκονομιῶν ἢ τῶν τούτοις παραπλησίων τεταγμένους· γίνονται δὲ ἀγχίνοι συνετοὶ μονογνώμονες. τετράγωνοι δὲ πρὸς ἀλλήλους ἀπαμβλύνουσι πάντα καὶ νωθροτέρους καὶ ἐριστικοὺς καὶ μονογνώμονας ποιοῦσι, βραδεῖς ταῖς πράξεσιν, ἐξ ὀνειδισμῶν καὶ ἐνέδρας καὶ δόλου καὶ ἐπιθέσεως ἀναγομένους· γίνονται δὲ καὶ μογιλάλοι ἢ καὶ ταῖς ἀκοαῖς παραποδιζόμενοι· ἐὰν δὲ ὁ τοῦ Ἀρεως μαρτυρήσῃ τῷ Κρόνῳ ἢ Ἑρμῇ, λύει τὸ προειρημένον ἐμπόδιον τῆς φωνῆς, εἴ γε μὴ τύχῃ εἶναι αὐτοὺς ἐν τοῖς αὐτῶν οἴκοις ἢ ὁρίοις ἢ ἐνηλλαχέναι καὶ τὴν συναφὴν αὐτῆς ἔχειν ἢ πάντως οἰκοδεσποτεῖν ἢ συνοικοδεσποτεῖν· οὕτω γὰρ ἰσχύουσι αἱ ὑποδιαστολαί. εἰ δὲ διάμετροι γίνονται ἀλλήλοις, τάς ἀδελφὰς χωρίζουσι θανάτῳ. ὡροσκοπῶν μέντοι ὁ Ἑρμῆς ἢ μεσουρανῶν τοὺς νεωτέρους πολυίστοράς τε καὶ συνετοὺς ποιεῖ καὶ πολυμαθεῖς· τοὺς δὲ ἐκ τῶν ἐπιτηδευμάτων καρποὺς οὐ λαμβάνουσι· τὰ γὰρ διαπραττόμενα δἰ αὐτῶν καταψυγήσονται διὰ τὴν ἐναντίωσιν τοῦ ἀστέρος· ἐὰν δὲ κατ᾿ ἰσόγραμμον στάσιν ἀλλήλους διαμετρῶσι, πολλῷ μᾶλλον ἐπιτείνει τὰ ἀποτελέσματα καὶ ταῖς ἀκοαῖς ἢ ταῖς λαλιαῖς παραποδίζει καὶ ἐν ἱεροῖς κάτοχοι γίνονται ἀποφθεγγόμενοι ἢ καὶ τῇ διανοίᾳ παραπίπτοντες.