Ancient Greek
Chapter 1
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 1
Not analysed yet
Ὁ κεκτημένος τοίνυν αὐτόν, ἅτε πρὸς οὐδὲν τῶν ἐντὸς οἰκίας ἔργων οἰκείως ἔχοντα, σκάπτειν εἰς ἀγρὸν ἐξαπέστειλεν. ὃ δʼ ἀπελθὼν, τοῦ ἔργου προθύμως εἴχετο. ἀφικομένῳ δέ ποτε καὶ τῷ δεσπότῃ πρὸς τὸν ἀγρὸν ἐφʼ ᾧ τῶν ἔργων ἐπισκοπὴν θέσθαι γεωργός τις σῦκα τῶν ἀγαθῶν δρεψάμενος δῶρον ἤνεγκεν. ὃ δʼ ἐπὶ τῷ τῆς ὀπώρας ἡσθεὶς ὡραίῳ, Ἀγαθόποδι τῷ οἰ- κέτῃ —τοῦτο γὰρ ἦν ὄνομα τῷ παιδί —φυλάττειν ἐκέ- λευσεν, ὡς αὐτῷ μετὰ τὸ λουτρὸν παραθεῖναι. συμβὰν δʼ οὕτω, καὶ τοῦ Αἰσώπου κατὰ δή τινα χρείαν εἰσελ- θόντος εἰς τὴν οἰκίαν, ἀφορμῆς ὁ Ἀγαθόπους λαβό- μενος, βουλὴντοιάνδε τῶν συνδούλων τινὶ προτείνει· „ἐμφορηθῶμεν, εἰ δοκεῖ, τῶν σύκων, ὦ οὗτος, κἂν ὁ δεσπότης ἡμῶν ταῦτα ζητήσῃ, ἀλλʼ ἡμεῖς γε τοῦ Αἰ- σώπου καταμαρτυρήσομεν ἄμφω ὡς εἰς τὴν οἰκίαν εἰσδραμόντος καὶ ἀδείας τυχόντος καὶ τὰ σῦκα λάθρα καταφαγόντος, καὶ ἐπʼ ἀληθεῖ θεμελίῳ τῇ πρὸς τὸν οἶκον εἰσόδῳ πολλὰ τῶν ψευδῶν ἐποικοδομήσομεν. καὶ τὸ μηδὲν ἔσται ὅγε εἷς πρὸς τούς δύο, καὶ ταῦτα μηδʼ ἄνευ ἐλέγχων διᾶραί ποτε τὴν γλῶτταν δύναμιν ἔχων“. δόξαντος δὴ τούτου πρὸς τοὔργον ἐχώρησαν, καὶ τῶν σύκων ἐσθίοντες ἔλεγον ἐφʼ ἑκάστῳ σὺν γέ- λωτι· ,,φεῦ σοι, δύστηνε Αἴσωπε“. ὁ τοίνυν δεσπό- της ἐπανελθών ἀπὸ τοῦ λουτροῦ, καὶ τὰ σῦκα ζητήσας καὶ ἀκούσας ὡς Αἴσωπος αὐτὰ κατεδήδοκε, τόν τε Αἴσωπον σύν ὀργῇ κελεύει κληθῆναι καὶ κληθέντι φησί· „λέγεμοι, ὦ κατάρατε, οὕτω μου κατεφρονήσας, ὡς εἰς τὸ ταμιεῖον εἰσελθεῖν καὶ τὰ ἑτοιμασθέντα μοι σῦκα θοινήσασθαι“; ὃ δὲ ἀκούων μὲν καὶ συνιεὶς ἦν, λαλεῖν δʼ εἶχεν οὐδʼ ὁπωσοῦν διὰ τὸ βραδύγλωσσον· μέλλων δὲ ἤδη τύπτεσθαι, τῶν κατηγόρων σφοδρότε- ρον ἐπικειμένων, πεσών πρὸς τοὺς τοῦ δεσπότου πό- δας, ἀνασχέσθαι μικρὸν ἐδεῖτο. δραμών δὲ καὶ χλιαρὸν ὕδωρ προσενεγκών, τούτου τε πέπωκε, καὶ τούς δα- κτύλους εἰς τὸ στόμα καθείς, αὖθις τὸ ὑγρὸν μόνον ἀνέβαλεν· οὔπω γὰρ τροφῆς ἁψάμενος ἔτυχεν. ἠντι- βόλει γοῦν αὐτὸ τοῦτο καὶ τούς διώκοντας δρᾶσαι, ὡς ἂν δῆλον γένηται, τίς ὁ τὰ σῦκα διαφορήσας. ὁ δὲ δεσπότης τὸ νοῆμον αὐτοῦ θαυμάσας, οὕτω ποιεῖν καὶ τοῖς ἄλλοις ἐπέταξεν. οἳ δʼ ἐβουλεύσαντο πιεῖν μὲν τοὺ ὕδατος, μὴ μέντοι καὶ καθεῖναι κατὰ τοῦ λαιμοῦ τοὺς δακτύλους, ἀλλʼ ἐπὶ τὰ πλάγια τῶν γνά- θων αὐτούς παραφέρειν. οὐκ ἔφθασαν δὲ πιόντες, καὶ τὸ χλιαρὸν ὕδωρ ἐκεῖνο ναυτίαν τοῖς πεπωκόσι παρα- χρὴμα ἐπενεγκόν, αύτομάτην παρέσχε τὴν ὀπώραν ἀνα- δοθῆναι. τότε τοίνυν πρὸ ὀφοθαλμῶν πεσόντος τοῦ τε κακουργήματος τῶν οἰκετῶν καὶ τῆς συκοφαν- p. 10 b. τίας, ὁ μὲν δεσπότης ἐκέλευσεν αὐτούς γυμνωθέντας μαστίζεσθαι· οἳ δʼ ἐπέγνωσαν σαφῶς κατὰ τὸν εἰ- πόντα ὡς ὅςτις καθʼ ἑτέρου δόλια μηχανεύεται αὐτὸς καθʼ αὐτοῦ τοῦτο ποιῶν λανθάνει.