Ancient Greek
Chapter 2
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 2
Not analysed yet
Τῇ δʼ ἐπιούσῃ τοῦ μὲν δεσπότου εἰς ἄστυ ἐπανα- ζεύξαντος, τοῦ δʼ Αἐσώπου σκάπτοντος ᾗ προσετάγη, ἱερεῖς τῆς Ἀρτέμιδος εἴτʼ ἄλλοι τινὲς ἄνθρωποι τῆς ὁδοῦ πλανηθέντες καὶ τῷ Αἰσώπῳ περιτυχόντες, προὐτρέποντο πρὸς Διὸς ξενίου τὸν ἄνδρα τὴν εἰς ἄστυ φέρουσαν αὐτοῖς ὑποδεῖξαι. ὃ δʼ ὑπὸ σκιὰν δένδρου τούς ἄνδρας ἀπαγαγών πρότερον καὶ λιτὸν παραθέμενος δεῖπνον, εἶτα καὶ ἡγησάμενος αὐτοῖς, εἰς ἣν ἐζήτουν ὁδὸν εἰσήνεγκεν. οἳ μὲν οὖν τοῦτο μὲν ἐπὶ τῇ ξενίᾳ, τοῦτο δὲ καὶ ἐπὶ τῇ ὁδηγίᾳ διαφερόν- τως τοῦ ἀνδρὸς ἐξαρτηθέντες, τάς τε χεῖρας εἰς οὐρα- νὸν ἦραν καὶ εὐχῇ τὸν εὐεργέτην ἠμείψαντο. Αἴσω- πος δʼ ὑποστρέψας καὶ εἰς ὕπνον καταπεσὼν ὑπό τε τοῦ συνεχοῦς πόνου καὶ καύματος, ἔδοξεν ἰδεῖν τὴν Τύχην ἐπιστᾶσαν αὐτῷ, καὶ λύσιν τῆς γλώττης καὶ λόγου δρόμον καὶ σοφίαν τὴν τῶν μύθων χαρι- ζομένην. εὐθύς οὖν διυπνισθείς φησι· „βαβαί, πῶς ἡδέως κεκοίμημαι· ἀλλὰ καὶ καλὸν ὄνειρον ἰδεῖν ἔδοξα. καὶ ἰδού, ἀκωλύτως λαλῶ· βοῦς, ὄνος, δί- κελλα. νὴ τούς θεούς, συνῆκα πόθεν μοι τἀγαθὸν προσεγένετο τοῦτο· εὐσεβήσας γὰρ εἰς τούς ξένους, ἀντιλαμβανομένου τοῦ κρείττονος ἔτυχον. ἆρʼ οὖν τὸ εὖ ποιεῖν ἀγαθῶν ἐστι πλῆρες ἐλπίδων“.