Ancient Greek
Chapter 10
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 10
Not analysed yet
Μεθ᾿ ἡμέρας πάλιν εἰς τὸ βαλανεῖον ἐλθόντος τοῦ Ξάνθου καί τισιν ἐντυχόντος ἐκεῖ τῶν φίλων, καὶ πρὸς τὸν Αἴσωπον εἰρηκότος εἰς τε τὴν οἰκίαν προδραμεῖν καὶ φακῆν εἰς τὴν χύτραν ἐμβαλόντα ἑψῆσαι, ἐκεῖνος ἀπελθών κόκκον ἕνα φακῆς εἰς τὴν χύτραν ἕψει βαλών. ὁ δὲ δὴ Ξάνθος ἅμα τοῖς φίλοις λουσάμενος, ἐκάλει τούτους συναριστήσοντας. προ- εῖπε μέντοι καὶ ὡς λιτῶς, ἐπὶ φακῇ γὰρ ἔσται τὸ δεῖπνον, καὶ ὡς μὴ δεῖ τῇ ποικιλίᾳ τῶν ἐδεσμάτων τούς φίλους κρίνειν, ἀλλὰ δοκιμάζειν τὴν προθυμίαν. τῶν δὲ εἰξάντων καὶ πρὸς τὴν οἰκίαν ἀφικομένων, ὁ Ξάνθος φησί· „δὸς ἡμῖν ἀπὸ λουτροῦ πιεῖν, Αἴ- σωπε“. τοῦ δʼ ἐκ τῆς ἀπορροίας τοῦ λουτροῦ λαβόν- τος καὶ ἐπιδεδωκότος, ὁ Ξάνθος τῆς δυσωδίας ἀνα- πλησθείς, φεῦ, τί τοῦτο“, φησίν „Αἴσωπε“; καὶ ὅς· „ἀπὸ λουτροῦ, ὡς ἐκέλευσας“. τοῦ δὲ Ξάνθου τῇ παρουσίᾳ τῶν φίλων τὴν ὀργὴν ἐπισχόντος καὶ λεκάνην αὐτῷ παρατεθῆναι κελεύσαντος, Αἴσωπος τὴν λεκάνην θεὶς ἵστατο. καὶ ὁ Ξάνθος· ,,οὐ νίπτεις“; κἀκεῖνος· „ἐντέταλταί μοι ταῦτα μόνα ποι- εῖν, ὅσα ἂν ἐπιτάξῃς. σὺ δὲ νῦν οὐκ εἶπας· Βάλε ὕδωρ εἰς τὴν λεκάνην καὶ νίψον τοὺς πόδας μου, καὶ θὲς τὰς ἐμβάδας, καὶ ὅσα ἐφεξῆς“. πρὸς δὴ ταῦτα τοῖς φίλοις ὁ Ξάνθος ἔφη· „μὴ γὰρ δοῦλον ἐπριάμην; οὐκ ἔστιν ὅπως· ἀλλὰ διδάσκαλον“. ἀνα- κλιθέντων τοίνυν αὐτῶν καὶ τοῦ Ξάνθου τὸν Αἴσω- πον ἐρωτήσαντος, εἰ ἕψηται ἡ φακῆ, δοίδυκι λαβὼν ἐκεῖνος τὸν τῆς φακῆς κόκκον ἀνέδωκεν. ὁ δὲ Ξάν- θος λαβὼν καὶ οἰηθεὶς ἕνεκεν τοῦ πεῖραν λαβεῖν τῆς ἑψήσεως τὴν φακῆν δέξασθαι, τοῖς δακτύλοις διατρί- ψας ἔφη· „καλῶς ἕψηται· κόμισον“. τοῦ δὲ μόνον τὸ ὕδωρ κενώσαντος ἐν τοῖς τρυβλίοις καὶ παραθέν- τος, ὁ Ξάνθος „ποῦ ἐστιν ἡ φακῆ“; φησί. καὶ ὅς· „ἔλαβες αὐτήν“. καὶ ὁ Ξάνθος· „ἕνα κόκκον ἕψησας“; καὶ ὁ Αἰσωπος· „μάλιστα. φακῆν γὰρ ἑνικῶς εἶπας, ἀλλʼ οὐ φακᾶς, ὃ δὴ πληθυντικῶς λέγετο“. ὁ μὲν οὖν Ξάνθος ἀπορήσας τοῖς ὅλοις, „ἄνδρες ἑταῖροι“, φησίν ,,οὗτος εἰς μανίαν με περιτρέψει“. εἶτα στρα- φεὶς πρὸς τὸν Αἴσωπον, εἶπεν· „ἀλλʼ ἵνα μὴ δόξω, κακὲ δοῦλε, τοῖς φίλοις ἐνυβρίζειν, ἀπελθών ὤνησαι πόδας χοιρείους τέτταρας, καὶ διὰ ταχέων ἑψήσας παράθες“.