Ancient Greek
Chapter 9
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 9
Not analysed yet
Τῇ δʼ ὑστεραίᾳ ὁ Ξάνθος ἕπεσθαι τῷ Αἰσώπῳ κελεύσας, πρός τινα τῶν κήπων ἧκεν ὠνησόμενος λάχανα. τοῦ δὲ κηπωροῦ δέσμην λαχάνων θερίσαν- τος, ἀνείληφεν Αἴσωπος. τοῦ δὲ Ξάνθου μέλλοντος ἤδη τῷ κηπωρῷ καταβάλλειν τὸ κέρμα, ὁ κηπωρός „ἔα κύριε“, φησίν „ἑνὸς προβλήματος παρὰ σοῦ δέομαι“. καὶ ὁ Ξάνθος· „τίνος“; καὶ ὅς· „τί δή ποτε τὰ μὲν παρʼ ἐμοῦ φυτευόμενα τῶν λαχάνων, καίπερ ἐπιμελῶς σκαλιζόμενά τε καὶ ἀρδευόμενα, βραδεῖαν ὅμως ποιεῖται τὴν αὔξησιν· οἷς δʼ αὐτο- μάτη ἐκ γῆς ἡ ἀνάδοσις, καίτοι μηδεμιᾶς ἐπιμελείας ἀξιουμένοις, τούτοις ὀξυτέρα ἡ λάστησις“; ὁ μὲν οὖν Ξάνθος, καίτοι φιλοσόφου τῆς ζητήσεως οὔσης, μηδὲν ἕτερον συννοήσας εἰπεῖν, τῇ θείᾳ προνοίᾳ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις διοικεῖσθαί φησιν. ὁ δὲ Αἴσωπος, παρὴν γάρ, ἐγέλασε. καὶ πρὸς αὐτὸν ὁ φιλόσοφος· ,,πότερον γελᾷς ἢ καταγελᾷς“; καὶ ὁ Αἴσωπος „καταγελῶ“, φησίν „ἀλλʼ οὐ σοῦ, τοῦ δὲ διδάξαντός σε. ἃ γὰρ ὑπὸ θείας προνοίας γίνεται, ταῦθʼ ὑπὸ σοφῶν ἀνδρῶν τυγχάνει τῆς λύσεως. προβαλοῦ τοίνυν ἐμέ, κἀγὼ λύσω τὸ πρόβλημα“. ἐν τούτῳ τοίνυν ὁ Ξάνθος ἐπιστραφεὶς λέγει τῷ κηπωρῷ· „ἥκιστα πάντων εὐπρεπές ἐστιν, ὦ τᾶν, ἐμὲ τὸν ἐν τοσούτοις ἀκροατηρίοις διαλεχθέντα τὰ νῦν ἐν κήπῳ λύειν σοφίσματα. παῖς δέ μοι οὑτοσὶ πολλῶν πεῖραν ἔχων ἀκολουθεῖ· τούτῳ προσαναθέ- μενος, τῆς λύσεως τεύξῃ τοῦ ζητουμένου“. καὶ ὁ κηπωρός· ,,οὗτος ὁ αἰσχρὸς γράμματα οἶδεν; οἴμοι τῆς δυστυχίας. ἀλλὰ φράσον, ὦ λῷστε, εἰ τοῦ ζη- τουμένου τὴν διασάφησιν ἔγνωκας“. καὶ ὁ Αἴσωπος „ἡ γυνή“ φησίν „ἐπειδὰν πρὸς δεύτερον γάμον ἔλθῃ, τέκνα ἐκ τοῦ πρώτου ἀνδρὸς ἔχουσα, εἴπερ εὕροι καὶ τὸν ἄνδρα ἐκ τῆς προτέρας γυναικὸς τεκνο- ποιησάμενον, ἃ μὲν αὐτὴ ἐπηγάγετο, τούτων μήτηρ ἐστίν, ἃ δʼ εὗρεν ἐν τῷ ἀνδρὶ, τούτων ἐστὶ μητρυιά. πολλὴν οὖν ἐν ἑκατέροις ἐνδείκνυται τὴν διαφοράν. τὰ μὲν γὰρ ἐξ αὐτῆς φιλοστόργως καὶ ἐπιμελῶς τρέφουσα διαγίνεται, τὰ δʼ ἐξ ἀλλοτρίων ὠδίνων μισεῖ, καὶ ζηλοτυπίᾳ χρωμένη, τὴν ἐκείνων τροφὴν περικόπτουσα, τοῖς ἑαυτῆς προστίθεται τέκνοις. τὰ μὲν γὰρ φύσει ὡς οἰκεῖα φιλεῖ, ἀποστέργει δὲ τὰ τοῦ ἀνδρὸς ὡς ἀλλότρια. τὸν ἴσον δὴ καὶ ἡ γῆ τρό- πον τῶν μὲν αὐτομάτως ἐξ αὐτῆς φυομένων μήτηρ ἐστίν· ἃ δʼ αὐτὸς ἐμφυτεύεις, τούτων γίνεται μη- τρυιά. οὗ χάριν καὶ μᾶλλον ὡς γνήσια τὰ οἰκεῖα τρέφει καὶ θάλπει, τοῖς δὲ παρὰ σοῦ φυτευομένοις οὐ τοσαύτην ὡς νόθοις τὴν τροφὴν νέμει“. ἐπὶ τού- τοις ἡσθεὶς ὁ κηπωρός ,,πιστεύσαις ἄν μοι“, φησίν ,,ὅτι με ἀμηχάνου λύπης καὶ ἀδολεσχίας ἐκούφισας. ἄπιθι προῖκα φέρων τὰ λάχανα, καὶ ὁσάκις σοι τού- των δεῖ, ὡς εἰς οἰκεῖον κῆπον βαδίζων άμβανε“.