Ancient Greek
Chapter 15
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 15
Not analysed yet
Τῆς δʼ ἐπιούσης ὁ Ξάνθος ἐπέταξε τῷ Αἰσώπῳ εἰς τὸ βαλανεῖον ἀπελθεῖν καὶ σκέψασθαι, εἰ μὴ πολύς πάρεστιν ὄχλος, βούλεσθαι γὰρ αὐτὸν λου- θῆναι. ἀπιόντι δὲ ὁ στρατηγὸς συναντήσας καὶ τοῦ Ξάνθου γνούς αὐτὸν ὄντα, ἤρετο ποῖ πορεύοιτο. τοῦ δὲ „οὐκ οἶδα“ φαμένου, νομίσας ὁ στρατηγὸς τὴν ἐρώτησιν αὐτοῦ παρ᾿ οὐδὲν λογισθῆναι, εἰς εἰρκτὴν αὐτὸν ἀπαχθῆναι κελεύει. ἀπαγόμενος τοίνυν ὁ Αἴσωπος ἔκραξεν· „ὁρᾷς, ὦ στρατηγέ, ὅπως ὀρθῶς ἀπεκρίθην ; ἃ γὰρ μὴ προσεδόκησα, καὶ συνήντησά σοι, καὶ εἰς εἰρκτὴν ἤδη ἀπάγομαι. “καὶ ὁ στρατη- γὸς ἐκπλαγεὶς ἐπὶ τῷ τῆς ἀπολογίας ἑτοίμῳ, ἀφῆ- κεν ἀπιέναι· Αἴσωπος δὲ παραγενόμενος εἰς τὸ βαλανεῖον καὶ πλῆθος ἐν αὐτῷ θεασάμενος ὄχλου, καὶ λίθον ὁρᾷ κατὰ τὸ τῆς εἰσόδου μεσαίτατον κει- μενον, ἐφʼ ὃν ἕκαστος τῶν εἰσιόντων τε καὶ ἐξιόν- των τὸν πόδα προσέπταιε. τοῦτον δὲ εἶς τις εἰσιών ἐφʼ ᾧ λούσασθαι, ἄρας μετέθηκεν. ὑποστρέψας οὖν πρὸς τὸν δεσπότην, „εἰ κελεύεις“ φησί „δέσποτα, λούσασθαι, ἕνα ἄνθρωπον ἐν τῷ βαλανείῳ τεθέα- μαι“. καὶ τοῦ Ξάνθου ἐλθόντος καὶ τὸ πλῆθος τῶν λουομένων ἰδόντος καὶ „τί τοῦτο,“ εἰπόντος ,,Αἴ- σωπε; οὐχ ἕνα ἄνθρωπον ἔφης ἑωρακέναι ; “ὁ Αἴ- σωπος „ναί· “φησί ,,τὸν γὰρ λίθον ἐκεῖνον“, τῇ χειρὶ δείξας, „πρὸ τῆς εἰσόδου κείμενον εὗρον, ἐφʼ ὃν οἱ εἰσιόντες πάντες καὶ ἐξιόντες προσέπταιον. εἶς δέτις πρὶν ἢ προσπταῖσαι ἄρας μετέθηκεν. ἐκεῖ- νον οὖν ἕνα ἄνθρωπον εἶπον ἑωρακέναι, προτιμήσας τῶν ἄλλων“. καὶ ὁ Ξάνθος· „οὐδὲν παρὰ τῷ Αἰσώπῳ ἀργὸν πρὸς ἀπολογίαν. “