Ancient Greek
Chapter 16
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 16
Not analysed yet
Ἄλλοτέ ποτε τοῦ Ξάνθου ἐξ ἀφέδρου ἐπανιόντος, καὶ πυθομένου τὸν Αἴσωπον, τί δή ποτε οἱ ἄνθρω- ποι μετʼ ἀπόπατον τὰ τῆς γαστρὸς ἐκκρίματα βλέ- πουσιν, ἐκεῖνος ἔφη „κατὰ τοὺς πάλαι χρόνους ἀνήρ τις τῶν τρυφερώτερον ζώντων πολύν χρόνον ὑπὸ σπατάλης ἐν τῇ ἀφόδῳ ἐκάθητο, ὡς καὶ τὰς οἰκείας ἐκεῖ διατρίβων ἀποπατῆσαι φρένας. ἐξ ἐκείνου τοί- νυν δεδοικότες οἱ λοιποὶ τῶν ἀνθρώπων πρὸς τὰ τῆς γαστρὸς ἑαυτῶν ἀφορῶσι λύματα, μήπως καὶ αὐτοὶ τοῦτο πεπόνθασιν. ἀλλὰ σύ, δέσποτα, μὴ φοβοῦ· οὐ γὰρ ἔχεις φρένας. “