Ancient Greek
Chapter 22
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 22.1
Not analysed yet
μετὰ δʼ οὐ πολύν χρόνον καὶ γράμ- ματα παρὰ Κροίσου τοῦ Λυδῶν βασιλέως ἥκει Σα- μίοις κελεύοντα τὸ ἀπὸ τοῦδε φόρους αὐτῷ πα- ρέχειν, εἰ δὲ μὴ πείθοιντο, πρὸς μάχην ἑτοίμους εἶναι. ἐβουλεύσαντο μὲν οὖν ἅπαντες —ἔδεισαν γὰρ ὑπήκοοι γενέσθαι τῷ Κροίσῳ —συνοῖσον εἶναι μέντοι καὶ Αἴσωπον ἐρωτῆσαι. κἀκεῖνος ἐρωτηθεὶς εἶπε· „τῶν ἀρχόντων ὑμῶν γνώμην δεδωκότων εἰς φόρου ἀπαγωγὴν ὑπακούειν τῷ βασιλεῖ, συμβου- λὴν μὲν οὐδʼ ὥς, λόγον δὲ ἐρῶ ὑμῖν, καὶ εἴσεσθε τὸ συμφέρον. ἡ τύχη δύο ὁδούς ἔδειξεν ἐν τῷ βίῳ, θατέραν μὲν ἐλευθερίας, ἧς ἡ μὲν ἀρχὴ δύσβατος, τὸ δὲ τέλος ὁμαλόν· θατέραν δὲ δου- λείας, ἧς ἡ μὲν ἀρχὴ εὐπετής τε καὶ βάσιμος, τὸ δὲ τέλος ἐπώδυνον. “ταῦτα ἀκούσαντες οἱ Σά- μιοι, ἀνεβόησαν· „ἡμεῖς ἐλεύθεροι ὄντες ἑκόντες οὐ γινόμεθα δοῦλοι“, καὶ τὸν πρεσβευτὴν οὐ σὺν εἰρήνῃ ἀπέπεμψαν. ὁ μὲν οὖν Κροῖσος ταῦτα μα- θών, ἐβούλετο πόλεμον κατὰ Σαμίων κινεῖν, ὁ δὲ πρεσβευτὴς ἀνήνεγκεν, ὡς οὐκ ἂν δυνηθείη Σα- μίους ὑπὸ χεῖρα λαβεῖν, Αἰσώπου παρʼ αὐτοῖς ὄντος, καὶ γνώμας ὑποτιθέντος. „δύνῃ δὲ μᾶλλον,“ εἶπεν „ὦ βασιλεῦ, πρέσβεις ἀποστείλας ἐξαιτῆσαι παρʼ αὐτῶν Αἴσωπον, ὑποσχόμενος αὐτοῖς ἀντʼ αὐτοῦ χάριτας ἄλλας τε δώσειν, καὶ λύσιν τῶν ἐπιταττομένων φόρων. καὶ τότε τάχα οἷός τε ἔσῃ τούτων περιγενέσθαι. “καὶ ὁ μὲν Κροῖσος κατὰ ταῦτα πρεσβευτὴν ἀποστείλας, ἔκδοτον ᾔτει τὸν Αἴσωπον. Σάμιοι δὲ τοῦτον ἐκδόσθαι γνώμης ἐγένοντο. Αἴσωπος δὲ τοῦτο μαθών, ἐν μέσῳ τε τῆς ἀγορᾶς ἔστη καὶ φησίν· ,,ἄνδρες Σάμιοι, κἀγώ μὲν περὶ πολλοῦ ποιοῦμαι παρὰ τούς πόδας ἀφικέ- σθαι τοῦ βασιλέως· ἐθέλω δὲ ὑμῖν ἕνα μῦθον εἰπεῖν. καθʼ ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ λύκοι τοῖς προβάτοις συνῆψαν. τῶν δὲ κυνῶν συμ μαχούντων τοῖς θρέμμασι καὶ τούς λύκους ἀποσο- βούντων, οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες, ἔφα- σαν τοῖς πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ καὶ μηδένα πόλεμον ὑποπτεύειν, τούς κύνας αὐτοῖς ἐκδοῦναι. τῶν δὲ προβάτων ὑπ’ ἀνοίας πεισθέν- των καὶ τοὺς κύνας ἐκδεδωκότων, οἱ λύκοι τούς τε κύνας διεσπάραξαν καὶ τὰ πρόβατα ῥᾶστα διέφθει- ραν. “οἱ Σάμιοι τοίνυν τὸ τοῦ μύθου βούλημα συννοήσαντες, ὥρμησαν μὲν παρʼ ἑαυτοῖς κατασχεῖν τὸν Αἴσωπον. ὃ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ τῷ πρεσβευτῇ συναποπλεύσας, πρὸς Κροῖσον ἀπῄει. ἀφικομένων δʼ αὐτῶν εἰς Λυδίαν, ὁ βασιλεύς ἐπίπροσθεν αὐτοῦ στάντα τὸν Αἴσωπον θεασάμενος, ἠγανάκτησε λέγων· „ἴδε ποταπὸν ἀνθρώπιον ἐμποδών μοι γέγονε νῆσον ὑποτάξαι τοσαύτην; “καὶ ὁ Αἴσωπος· „μέγιστε βα- σιλεῦ, οὐ βίᾳ οὐδʼ ἀνάγκῃ πρὸς σὲ παρεγενόμην, ἀλλʼ αὐθαίρετος πάρειμι. ἀνάσχου δέ μου μικρὸν ἀκοῦσαι. ἀνήρ τις ἀκρίδας συλλέγων καὶ ἀποκτιν- νύς, εἶλε καὶ τέττιγα. ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν ὁ τέττιξ· ,,ἄνθρωπε, μὴ με μάτην ἀνέλῃς. ἐγὼ γὰρ οὔτε στάχυν βλάπτω, οὐτʼ ἄλλο τι τῶν ἀπάντων σε ἀδικῶ, τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομαι, τέρπων τούς ὁδοιπόρους. φωνῆς οὖν παρʼ ἐμοὶ πλέον οὐδὲν εὑρήσεις. “κἀκεῖ- νος ταῦτα ἀκούσας, ἀφῆκεν ἀπιέναι. κἀγὼ γοῦν, ὦ βασιλεῦ, τῶν σῶν ποδῶν ἅπτομαι, μή με εἰκῆ φο- νεύσῃς. οὐδὲ γὰρ οἷός τʼ εἰμὶ ἀδικῆσοι τινα, ἐν εὐτελείᾳ δὲ σώματος γενναῖον φθέγγομαι λόγον. “ὁ δὲ βασιλεύς θαυμάσας ἅμα καὶ οἰκτείρας αὐτόν, ἔφη· ,,Αἴσωπε, οὔκουν ἐγώ σοι δίδωμι τὸ ζῆν, ἀλλʼ ἡ μοῖρα. ὃ γοῦν θέλεις, αἴτει καὶ λήψῃ. “καὶ ὅς· „δέομαί σου, βασιλεῦ, διαλλάγηθι Σαμίοις“. τοῦ δὲ βασιλέως εἰπόντος „διήλλαγμαι“, πεσὼν ἐκεῖνος ἐπὶ τὴν γῆν, χάριτάς τε αὐτῷ ὡμολόγει, καὶ μετὰ τοῦτο τούς οἰκείους συγγραψάμενος μύθους, τούς καὶ μέχρι νῦν φερομένους, παρὰ τῷ βασιλεῖ κατέλιπε. δεξάμενος δὲ παρʼ αὐτοῦ γράμματα πρὸς Σαμίους, ὡς ἕνεκεν Αἰσώπου τούτοις διήλλακται, καὶ δῶρα πολλά, πλεύσας ἐπανῆλθεν εἰς Σάμον. οἱ μὲν οὖν Σάμιοι τοῦτον ἰδόντες, στέμματά τε αὐτῷ προσή- νεγκαν καὶ χορούς ἐπʼ αὐτῷ συνεστήσαντο. ὃ δʼ αὐτοῖς τά τε τοῦ βασιλέως ἀνέγνω γράμματα, καὶ ἀπέδειξεν ὡς τὴν εἰς αὐτὸν γενομένην παρὰ τοῦ δήμου ἐλευθερίαν ἐλευθερίᾳ πάλιν ἠμείψατο.