Ancient Greek
Chapter 23
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 23
Not analysed yet
Μετὰ δὲ τοῦτο τῆς νήσου ἀπάρας, περιῄει τὴν οἰκουμένην, τοῖς ἀπανταχοῦ τῶν φιλοσόφων διαλεγό- μένος. ἀφικόμενος δὲ καὶ πρὸς Βαβυλῶνα καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδειξάμενος, μέγας παρὰ τῷ βασι- λεῖ Λυκήρῳ ἐγένετο. κατʼ ἐκείνους γὰρ τοὺς χρό- νους οἱ βασιλεῖς πρὸς ἀλλήλους εἰρήνην ἔχοντες, καὶ τέρψεως χάριν προβλήματα τῶν σοφιστικῶν πρὸς ἀλλήλους γράφοντες ἔπεμπον. ἅπερ οἱ μὲν ἐπιλυό- μενοι φόρους ἐπὶ ῥητοῖς πρὸς τῶν πεμπόντων ἐλάμ- βανον· εἰ δὲ μὴ, τοὺς ἴσους παρεῖχον. ὁ τοίνυν Αἴσωπος τὰ πεμπόμενα τῶν προβλημάτων Λυκήρῳ συνὼν ἐπέλυε, καὶ εὐδοκιμεῖν ἐποίει τὸν βασιλέα. καὶ αὐτὸς δὲ διὰ Λυκήρου ἕτερα τοῖς βασιλεῦσιν ἀντέπεμπεν, ὧν ἀλύτων μενόντων, φόρους ὁ βασι- λεύς ὅτι πλείστους εἰσέπραττεν.