Ancient Greek
Chapter 26
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 26
Not analysed yet
,,Τέκνον, πρὸ πάντων σέβου τὸ θεῖον, τὸν βασι- λέα δὲ τίμα· καὶ τοῖς μὲν ἐχθροῖς σου δεινὸν σεαυ- τὸν παρασκεύαζε, ἵνα μὴ καταφρονῶσί σου· τοῖς δὲ φίλοις πρᾶον καὶ εὐμετάδοτον, ὡς εὐνουστέρους σοι μᾶλλον γίνεσθαι. ἔτι τε τοὺς μὲν ἐχθρούς νοσεῖν εὔχου καὶ πένεσθαι, ὡς μὴ οἵους τε εἶναι λυπεῖν σε· τοὺς δὲ φίλους κατὰ πάντα εὖ πράττειν. βούλου. αἰεὶ τῇ γυναικί σου χρηστῶς ὁμίλει, ὅπως ἑτέρου ἀνδρὸς πεῖραν μὴ ζητήσῃ λαβεῖν. κοῦφον γὰρ τὸ τῶν γυναικῶν ἐστι φῦλον καὶ κολακευόμενον ἐλάττω φρονεῖ κακά. ὀξεῖαν μὲν πρὸς λόγον κτῆσαι τὴν ἀκοήν, τῆς δὲ γλώττης ἐγκρατὴς ἔσο. τοῖς εὖ πράτ- τουσι μὴ φθόνει, ἀλλὰ σύγχαιρε. φθονῶν γὰρ σεαυ- τὸν μᾶλλον βλάψεις. τῶν οἰκετῶν σου ἐπιμελοῦ, ἵνα μὴ μόνον ὡς δεσπότην σε φοβῶνται, ἀλλὰ καὶ ὡς εὐεργέτην αἰδῶνται. μὴ αἰσχύνου μανθάνειν ἀεὶ τὰ κρείττω. τῇ γυναικὶ μηδέποτε πιστεύσῃς ἀπόρ- ρητα, ἀεὶ γὰρ ὁπλίζεται, πῶς σου κυριεύσει. καθʼ ἡμέραν καὶ εἰς τὴν αὔριον ἀποταμιεύου. βέλτιον γὰρ τελευτῶντα ἐχθροῖς καταλεῖψαι, ἢ ζῶντα τῶν φίλων ἐπιδεῖσθαι. εὐπροσήγορος ἔσο τοῖς συ- ναντῶσιν, εἰδὼς ὡς καὶ τῷ κυναρίῳ ἄρτον ἡ οὐρὰ προσπορίζει. ἀγαθὸς γενόμενος μὴ μετανόει. ψίθυρον ἄνδρα ἔκβαλε σῆς οἰκίας, τὰ γὰρ ὑπὸ σοῦ λεγόμενα καὶ πραττόμενα ἑτέροις φέρων ἀναθήσει. πρᾶττε μὲν τὰ μὴ λυπήσοντά σε, ἐπὶ δὲ τοῖς συμ- βαίνουσι μὴ λυποῦ. μήτε πονηρὰ βουλεύσῃ ποτὲ μήτε τρόπους κακῶν μιμήσῃ. “Τούτοις τοῦ Αἰσώ- που τὸν Ἔννον νουθετήσαντος, ἐκεῖνος τοῖς τε λόγοις καὶ τῇ οἰκείᾳ συνειδήσει οἷά τινι βέλει πληγεὶς τὴν ψυχήν, μετʼ οὐ πολλὰς ἡμέρας τὸν βίον μετήλλαξεν.