Ancient Greek
Chapter 25
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 25
Not analysed yet
Μετὰ δέ τινα χρόνον Νεκτεναβὼ βασιλεύς Αἰγυπτίων πυθό- μένος Αἴσωπον τεθνηκέναι, πέμπει Λυκήρῳ παρα- χρῆμα ἐπιστολήν, οἰκοδόμους αὐτῷ ἀποστεῖλαι κελεύ- ουσαν, οἳ πύργον οἰκοδομήσουσι μήτʼ οὐρανοῦ μήτε γῆς ἁπτόμενον, ἀλλὰ καὶ τὸν ἀποκρινούμενον ἀεὶ πρὸς πάνθʼ ὅσα ἂν ἐρωτῴη. καὶ τοῦτο ποιή- σαντα, φόρους εἰσπράττειν, εἰ δὲ μή, κατατίθεσθαι. ταῦτα τῷ Λυκήρῳ ἀναγνωσθέντα εἰς ἀθυμίαν ἐνέ- βαλε, μηδενὸς τῶν φίλων δυναμένου τὸ πρόβλημα τὸ περὶ τοῦ πύργου συνεῖναι. ὁ μέντοι βασιλεύς καὶ κίονα τῆς ἑαυτοῦ βασιλείας ἔλεγεν ἀπολωλεκέναι τὸν Αἴσωπον. Ἕρμιππος δὲ τὴν τοῦ βασιλέως διʼ Αἴσωπον λύπην μαθὼν, προσῆλθε τῷ βασιλεῖ καὶ ζῆν ἐκεῖνον εὐηγγελίσατο, προσθεὶς ὡς τοῦδε χάριν αὐτὸν οὐκ ἀνεῖλεν, εἰδὼς ὡς μεταμελήσει ποτὲ τῷ βασιλεῖ τῆς ἀποφάσεως. τοῦ δὲ βασιλέως διαφερόν- τως ἐπὶ τούτοις ἡσθέντος, Αἴσωπος ῥυπῶν καὶ αὐχμῶν ὅλος προσηνέχθη, καὶ τοῦ βασιλέως, ὡς εἶδεν αὐτὸν, δακρύσαντος καὶ λούσασθαί τε καὶ τῆς ἄλ- λης ἐπιμελείας ἀξιωθῆναι κελεύσαντος, Αἴσωπος μετὰ τοῦτο καὶ ὑπὲρ ὧν κατηγορήθη τὰς αἰτίας ἀπε- σκευάσατο· ἐφʼ οἷς καὶ τοῦ βασιλέως τὸν Ἔννον ἀναι- ρεῖν μέλλοντος, Αἴσωπος αὐτῷ συγγνώμην ᾐτήσατο. ἑπομένως δὲ τούτοις ὁ βασιλεὺς τὴν τοῦ Αἰγυπτίου ἐπιστολὴν τῷ Αἰσώπῳ ἐπέδωκεν ἀναγνῶναι. ὅ δʼ αὐτίκα τὴν λύσιν συνεὶς τοῦ προβλήματος, ἐγέλασέ τε καὶ ἀντιγράφειν ἐκέλευσεν, ὡς ἐπειδὰν χειμών παρέλθῃ, πεμφθῆναι τούς τε τὸν πύργον οἰκοδομή- σοντας καὶ τὸν ἀποκρινούμενον πρὸς τὰ ἐρωτώμενα. ὁ βασιλεὺς οὖν τοὺς μὲν Αἰγυπτίους πρέσβεις ἀπέ- στειλεν, Αἰσώπῳ δὲ τὴν ἐξ ἀρχῆς διοίκησιν ἐνεχείρι- σεν ἅπασαν, ἔκδοτον αὐτῷ παραδούς καὶ τὸν Ἔννον. ὁ δὲ Αἴσωπος παραλαβών τὸν Ἔννον, οὐδὲν ἀηδὲς αὐτὸν ἔδρασεν, ἀλλʼ ὡς υἱῷ πάλιν προςσχών, ἄλλους τε καὶ τούτους ὑπετίθει τοὺς λόγους.