Ancient Greek
Chapter 28
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 28
Not analysed yet
τῇ δʼ ἐπιούσῃ κελεύσας ὁ βασιλεύς πάν- τας τοὺς ἐν τέλει λευκὰς περιβαλέσθαι στολάς, αὐτὸς κιρρὰν ἐνεδύσατο καὶ διάδημα καὶ διάλιθον κί- ταριν. καὶ καθεσθεὶς ἐφʼ ὑψηλοῦ δίφρου, καὶ τὸν Αἴσωπον εἰσαχθῆναι κελεύσας, „τίνι με εἰκάζεις,“ εἰσελθόντι φησίν „Αἴσωπε, καὶ τούς σὺν ἐμοί“; καὶ ὅς· ,,σὲ μὲν ἡλίῳ ἐαρινῷ, τοὺς δὲ περὶ σὲ τού- τους ὡραίοις στάχυσι. “καὶ ὁ βασιλεύς θαυμάσας αὐτὸν καὶ δώροις ἐδεξιώσατο. τῇ δὲ μετʼ ἐκείνην ἡμέρᾳ πάλιν ὁ μὲν βασιλεύς στολὴν λευκοτάτην ἐν- σκευασάμενος, τοῖς δὲ φίλοις φοινικὰς κελεύσας λα- βεῖν, εἰσελθόντα τὸν Αἴσωπον τὴν προτέραν αὖθις πεῦσιν ἐπύθετο. καὶ ὁ Αἴσωπος ,,σὲ μὲν“ εἶπεν „εἰκάζω ἡλίῳ, τοὺς δὲ περὶ σὲ τούτους ἀκτῖσι“. καὶ ὁ Νεκτεναβώ· „οἶμαι μηδὲν εἶναι Λυκῆρον πρός γε τὴν ἐμὴν βασιλείαν“. καὶ ὁ Αἴσωπος μειδιάσας ἔφη· „μὴ εὐχερῶς οὕτω περὶ ἐκείνου, ὦ βασιλεῦ, λογίζου· πρὸς μὲν γὰρ τὸ ὑμέτερον ἔθνος ἡ ὑμῶν ἐπιδεικνυμένη βασιλεία δίκην ἡλίου σελαγεῖ· εἰ δὲ Λυκήρῳ παραβληθείη, οὐδὲν ἂν δέοι μὴ τὸ φῶς τοῦτο ζόφον ἀποδπτχθῆναι“. καὶ ὁ Νεκτεναβὼ τὴν τῶν λόγων εὐστοχίαν ἐκπλαγείς, „ἤνεγκας ἡμῖν“ ἔφη „τοὺς μέλλοντας τὸν πύργον οἰκοδομεῖν; “καὶ ὅς· ,,ἕτοιμοί εἰσιν, εἰ μόνον ὑποδείξεις τὸν τόπον“.