Ancient Greek
Chapter 29
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 29
Not analysed yet
μετὰ τοῦτο ἐξελθών ἔξω τῆς πόλεως ὁ βασιλεύς ἐπὶ τὸ πεδίον, ὑπέδειξε διαμετρήσας τὸν χῶρον. ἀγαγὼν τοίνυν Αἴσωπος ἐπὶ τὰς ὑποδειχθείσας τοῦ τόπου γωνίας τέτταρας τούς τέτταρας τῶν ἀετῶν ἅμα τοῖς παισὶ διὰ τῶν θυλάκων ἀπηρτημένοις, καὶ οἰκοδό- μων τοῖς παισὶ μετὰ χεῖρας δούς ἐργαλεῖα, ἐκέλευσεν ἀναπτῆναι. οἳ δὲ πρὸς ὕψος γενόμενοι „δότε ἡμῖν“ ἐφώνουν „λίθους, δότε κονίαν, δότε ξύλα, καὶ τἄλλα τῶν πρὸς οἰκοδομὴν ἐπιτηδείων. ὁ δὲ Νεκτεναβὼ τοὺς παῖδας θεασάμενος εἰς ὕψος ὑπὸ τῶν ἀετῶν ἀναφερομένους, ἔφη· ,,πόθεν ἐμοὶ πτηνοὶ ἄνθρω- ποι; “καὶ ὁ Αἴσωπος· „ἀλλὰ Λυκῆρος ἔχει. σὺ δὲ θέλεις ἄνθρωπος ὢν ἰσοθέῳ ἐρίζειν βασιλεῖ“; καὶ ὁ Νεκτεναβώ· ,,Αἴσωπε, ἥττημαι. ἐρήσομαι δέ σε, σὺ δέ μοι ἀπόκριναι. “