Ancient Greek
Chapter 32
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 32
Not analysed yet
τῇ δὲ ἐφεξῆς ἡμέρᾳ συγκαλέσας τοὺς φίλους ἅπαντας ὁ Νεκτεναβώ φησι· „διὰ τὸν Αἴσωπον τοῦτον ὀφλήσομεν φόρους τῷ βα- σιλεῖ Λυκήρῳ. “εἷς δέ τις αὐτῶν εἶπε· „κελεύσωμεν αὐτῷ προβλήματα φράσαι ἡμῖν, περὶ ὧν οὔτʼ εἴδο- μεν, οὔτʼ ἠκούσαμεν“. ἀρεστὸν οὖν τοῦτο τῷ Νεκτε- ναβῷ δόξαν, καλέσας τὸν Αἴσωπον ἔφη φράσον ἡμῖν, Αἴσωπε, πρόβλημα περὶ οὐ οὐτʼ εἴδομεν οὔτʼ ἠκούσαμεν. “καὶ ὅς· „αὔριον περὶ τούτου ὑμῖν ἀπο- κρινοῦμαι. “ἀπελθὼν οὖν καὶ συνταξάμενος γραμ ματεῖον, ἐν ᾧ περιείχετο Νεκτεναβὼ ὁμολογῶν χίλια τάλαντα τῷ Λυκήρῳ ὀφείλειν, πρωίας ἐπανελθών τῷ βασιλεῖ τὸ γραμματεῖον ἐπέδωκεν. οἱ δὲ τοῦ βασι- λέως φίλοι πρὶν ἀνοιχθῆναι τὸ γραμματεῖον, πάντες ἔλεγον „καὶ εἴδομεν τοῦτο καὶ ἠκούσαμεν, καὶ ἀλη- θῶς ἐπιστάμεθα. “καὶ ὁ Αἴσωπος· ,,χάριν ὑμῖν οἶδα τῆς ἀποδόσεως ἕνεκεν“. ὁ δὲ Νεκτεναβὼ τὴν ὁμολογίαν τῆς ὀφειλῆς ἀναγνοὺς, εἶπεν· „ἐμοῦ Λυ- κήρῳ μηδὲν ὀφείλοντος πάντες ὑμεῖς μαρτυρεῖτε; “κἀκεῖνοι μεταβαλόντες εἶπον· „οὔτʼ εἴδομεν οὔτʼ ἠκούσαμεν“. καὶ ὁ Αἴσωπος· „καὶ εἰ ταῦθʼ οὕτως ἔχει, λέλυται τὸ ζητούμενον“. καὶ ὁ Νεκτεναβὼ πρὸς ταῦτα· „μακάριός ἐστι Λυκῆρος τοιαύτην σοφίαν ἐν τῇ βασιλείᾳ ἑαυτοῦ κεκτημένος“. τοὺς οὖν συμφω- νηθέντας φόρους παραδούς τῷ Αἰσώπῳ, ἐν εἰρήνῃ ἀπέστειλεν. Αἴσωπος δʼ εἰς Βαβυλῶνα παραγενό- μενος, διεξῆλθέ τε Λυκήρῳ τὰ ἐν Αἰγύπτῳ πρα- χθέντα πάντα καὶ τούς φόρους ἀπέδωκε. Λυκῆρος δʼ ἐκέλευσεν ἀνδριάντα χρυσοῦν τῷ Αἰσώπῳ ἀνα- τεθῆναι.