Ancient Greek
Chapter 31
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 31
Not analysed yet
μετὰ δὲ ταῦτα μεταπεμψάμενος τῶν ἀφʼ Ἡλίου πό- λεως ἄνδρας ζητημάτων σοφιστικῶν ἐπιστήμονας, καὶ περὶ τοῦ Αἰσώπου διαλεχθεὶς αὐτοῖς, ἐκάλεσεν ἅμα τῷ Αἰσώπῳ ἐπʼ εὐωχίαν. ἀνακλιθέντων οὖν αὐτῶν, τῶν Ἡλίου πολιτῶν τίς φησι πρὸς τὸν Αἴσω- πον· ,,ἀπεστάλην παρὰ τοῦ θεοῦ μου πεῦσίν τινα πυθέσθαι σου, ὡς ἂν αὐτὴν ἐπιλύσῃς. “καὶ ὁ Αἴ- σωπος ,,ψεύδῃ· θεὸς γὰρ παρὰ ἀνθρώπου οὐδὲν δεῖ- ται μαθεῖν. σὴ δʼ οὐ μόνον σαυτοῦ κατηγορεῖς, ἀλλὰ καὶ τοῦ θεοῦ σου. ἕτερος πάλιν εἶπεν· „ἔστι ναὸς μέγας καὶ ἐν αὐτῷ στῦλος, δώδεκα πόλεις ἔχων, ὧν ἑκάστη τριάκοντα δοκοῖς ἐστέγασται. τούτους δὲ περιίασι δύο γυναῖκες. “καὶ ὁ Αἴσωπος ἔφη· „τοῦτο τὸ πρόβλημα καὶ οἱ παρʼ ἡμῖν ἐπιλύσονται παῖδες· νσὸς μὲν γάρ ἐστιν οὗτος ὁ κόσμος, στῦλος δὲ ὁ ἐνιαυτός, αἱ δὲ πόλεις οἱ μῆνες, καὶ δοκοὶ αἱ τού- των ἡμέραι, ἡμέρα δὲ καὶ νὺξ αἱ δύο γυναῖκες, αἳ παραλλὰξ ἀλλήλας διαδέχονται. “