Ancient Greek
Chapter 4
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 4
Not analysed yet
Κατὰ δὲ δή τινα τύχην ἀνδρός τινος κτήνη ζη- τοῦντος πρίασθαι καὶ διὰ ταῦτα τὸν ἀγρὸν διιόν- τος ἐκεῖνον καὶ τὸν Ζηνᾶν ἐρομένου, ἐκεῖνος ,,θρέμμα μὲν οὐκ ἔστι μοι“ φησίν „ἀποδόσθαι, σωμάτιον δὲ ἄρρεν· ὅπερ εἰ θέλεις ὠνήσασθαι, πάρεστι“. τοῦ δʼ ἐμπόρου φήσαντος ὑποδειχθῆναι αὐτῷ τὸ σωμάτιον. καὶ τοῦ Ζηνᾶ τὸν Αἴσωπον μεταπεμψαμένου, ὁ ἔμπορος ἰδών αὐτὸν καὶ ἀνακαγχάσας, ,,πόθεν σοι“ φησὶ πρὸς τὸν Ζηνᾶν ,,ἥδε ἡ χύτρα ; πότερον στέλεχός ἐστι δένδρου ἢ ἄνθρωπος ; οὗτος εἰ μὴ φωνὴν εἶχεν, οὐδὲν ἂν ἔδει μὴ οὐχὶ δοκεῖν ἀσκο- κήλη. ἵνα τί μοι τὴν πορείαν διέκοψας τουτουὶ τοῦ καθάρματος ἕνεκα; “ταῦτʼ εἰπών ἀπῄει τὴν ἑαυτοῦ. ὁ δʼ Αἴσωπος μεταδιώξας αὐτόν, „μεῖνον“ φησόν. ὃ δὲ μεταστραφείς, ,,ἄπιθι“ φησίν „ἀπʼ ἐμοῦ, ῥυ- παρώτατε κύον“. καὶ ὁ Αἴσωπος· „εἰπέ μοι, τίνος ἕνεκεν δεῦρο ἐλήλυθας“ ; καὶ ὁ ἔμπορος· κάθαρμα, ἵνα τι χρηστὸν πρίωμαι· σοῦ δὲ ὄντος ἀχρήστου καὶ σαπροῦ οὐ χρῄζω“. καὶ ὁ Αἴσωπος· „ὤνησαί με, καὶ εἴ τίς ἐστι πίστις, πολλά σε ὠφελῆσοι οἷός τʼ εἰμί“. καὶ ὅς· „τί δʼ ἂν σοῦ ὀναίμην, στυγήματος ὄντος αὐτόχρημα“; καὶ ὁ Αἴσωπος· ,,οὐ πάρεστί σοι παιδία οἴκοι ἀτακτοῦντα καὶ κλαίοντα ; τούτοις ἐπίστησόν με παιδαγωγόν, καὶ πάντως αὐτοῖς ἀντὶ μορμοῦς ἔσομαι. “γελάσας οὖν ἐπὶ τούτοις ὁ ἔμπορός φησι τῷ Ζηνᾷ· „πόσου τὸ κακὸν τόδε πωλεῖς ἀγγεῖον“; ὃ δέ „τριῶν“ φησίν „ὀβολῶν“. ὁ δʼ ἔμπορος αὐτίκα τούς τρεῖς ὀβολοὺς κατεβάλετο, λέγων ,οὐδὲν κατε- θέμην, καὶ οὐδὲν ἐπριάμην“. ὁδευσάντων τοιγαροῦν καὶ ἀφικομένων αὐτῶν οἴκαδε, παιδάρια δύο ὑπὸ μητρὶ ἔτι τελοῦντα, τὸν Αἴσωπον ἰδόντα καὶ συγχυ- θέντα ἀνέκραξε. καὶ ὁ Αἴσωπος εὐθύς τῷ ἐμπόρῳ φησίν· „ἔχεις μου τῆς ἐπαγγελίας ἀπόδειξιν“. ὃ δὲ γελάσας, „εἰσελθών“ φησίν „ἐνδοτέρω, ἄσπασαι τοὺς συνδούλους σου“. τὸν δὲ εἰσελθόντα καὶ ἀσπασά- μενον ἰδόντες ἐκεῖνοι, „τί ποτε ἄρα κακὸν τῷ ἡμῶν δεσπότῃ“ φασί „συμβέβηκεν, ὅτι σωμάτιον αἰσχρὸν οὕτως ἐπρίατο; ἀλλʼ ὡς ἔοικεν, ἀντὶ βασκανίου τοῦτο τῆς οἰκίας ὠνήσατο“.