Ancient Greek
Chapter 5
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 5
Not analysed yet
Μετὰ δʼ οὐ πολύ καὶ ὁ ἔμπορος εἰσελθών, τὰ πρὸς ὁδὸν εὐτρεπισθῆναι τοῖς δούλοις ἐπέσκηψε· μέλλειν γὰρ τὴν ἐπιοῦσαν εἰς Ἀσίαν πορεύεσθαι. οἳ μὲν οὖν αὐτίκα τὰ σκεύη διεμερίζοντο. ὁ δʼ Αἴσω- πος ἐδεῖτο τοῦ κουφοτάτου τῶν φορτίων αὐτῷ παρα- χωρεῖν, ἅτε δὴ νεωνήτῳ καὶ μήπω πρὸς τὰς τοιαύ- τας ὑπουργίας γεγυμνασμένῳ. τῶν δέ, καὶ εἰ μηδὲν ἆραι βούλεται, συγγνώμην παρεχομένων, ἐκεῖνος οὐ δεῖν ἔλεγε πάντων κοπιώντων αὐτὸν μόνον ἀσυν- τελῆ τυγχάνειν. τῶν δὲ ὅπερ ἂν ἆραι βούληται ἐπι- τρεπόντων, δεῦρο κἀκεῖσε περιβλεψάμενος, καὶ σκεύη ἀθρήσας διάφορα, σάκκους καὶ στρώματα καὶ γυρ- γάθους, ἕνα γύργαθον ἄρτων πεπληρωμένον, ὃν καὶ δύο βαστάζειν ἔμελλον, αὑτῷ ἐπιτεθῆναι κελεύει. οἳ δὲ γελάσαντες καὶ μηδὲν εἶναι μωρότερον τοῦ χυδαίου τούτου καθάρματος φάμενοι, ὃς μικρῷ μὲν ἔμπροσθεν τὸ κουφότατον ἆραι τῶν φορτίων ἐδεῖτο, νῦν δὲ τὸ πάντων βαρύτατον εἵλετο· χρῆναι μέντοι τὴν ἐπιθυμίαν αὐτοῦ πληρῶσαι· ὑπολαβόντες τὸν γύργαθον ἐπιτιθέασι τῷ Αἰσώπῳ. ὃ δὲ κατὰ τῶν ὤμων τὸ φορτίον ἐπηχθισμένος, δεῦρο κἀκεῖσε διε- κλονεῖτο. τὸν δὲ ἰδὼν ὁ ἔμπορος ἀπεθαύμασε καί φησιν· ,,Αἴσωπος εἰς τὸ πονεῖν πρόθυμος ὢν ἤδη τὴν ἑαυτοῦ τιμὴν ἐξέτισε· κτήνους γὰρ φόρτον ἤρατο“. ἐπεὶ δὲ ὥρας οὔσης ἀρίστου κατέλυσαν, Αἴσωπος κελευσθεὶς ἀρτοδοτῆσαι, ἡμιδεᾶ τὸν γύρ- γαθον πολλῶν φαγόντων ἐποίησεν. ὅθεν καὶ μετὰ τὸ ἄριστον κουφοτέρου τοῦ φορτίου γεγονότος, προ- θυμότερον ὥδευε. καὶ δὴ καὶ ἑσπέρας οὗ κατήχθη- σαν πάλιν ἀρτοδοτήσας, τῇ ἐφεξῆς ἡμέρᾳ κενὸν παντάπασιν ἐπὶ τῶν ὤμων ἀνέχων τὸν γύργαθον, πρῶτος ἁπάντων ᾔει, ὡς καὶ τοῖς συνδούλοις, προ- τρέχοντα τοῦτον ὁρῶσιν, ἀμφίβολα γίνεσθαι, πότερον ὁ σαπρός ἐστιν Αἴσωπος ἤ τις ἕτερος· καὶ κατα- μαθοῦσιν ἐκεῖνον εἶναι, θαυμάζειν ὅπως τὸ μεμελα- νωμένον ἀνθρώπιον νουνεχέστερα πάντων ἔπραξε, τούς ῥᾳδίως δαπανωμένους ἄρτους ἀράμενον, ἐκεί- νων τὰ στρώματα καὶ τὰ λοιπὰ τῶν σκευῶν ἐπιφορ- τισαμένων, ἃ μὴ φύσιν ἔλαχεν οὑτωσὶ δαπανᾶσθαι. ὁ μὲν οὖν ἔμπορος ἐπὶ τῇ Ἐφέσῳ γενόμενος, τὰ μὲν ἄλλα τῶν ἀνδραπόδων σύν κέρδει ἀπέδοτο, ὑπελεί- φθη δʼ αὐτῷ τρία, γραμματικός, ψάλτης καὶ ὁ Αἴσω- πος. τῶν δέ τις αὐτῷ συνήθων συμβουλεύσας εἰς Σάμον ἀπᾶραι, ὡς ἐκεῖ δὴ σὺν μείζονι κέρδει ἀπεμ- πολήσοντι τὰ σωμάτια, πείθει.