Ancient Greek
Chapter 8
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 8.1
Not analysed yet
Ἐπεὶ δὲ καὶ τῇ οἰκίᾳ ἐπέστησαν, ὁ Ξάνθος πα- ραγγείλας τῷ Αἰσώπῳ μένειν πρὸ τοῦ πυλῶνος, ἐπειδὴ καθάρειον ὂν αὐτῷ τὸ γύναιον ᾔδει καὶ οὐκ ἐχρῆν ἐξαπίνης τοιοῦτον αἶσχος αὐτῇ φανῆναι, πρίν τινα καὶ πρὸς αὐτὴν ἀστείσηται. αὐτὸς δʼ εἰσελθὼν λέγει· „κυρία, οὐκέτι με τοὐντεῦθεν ὀνειδίσεις τῆς θεραπείας, ἧς πρὸς τῶν θεραπαινίδων τῶν σῶν ἀπο- λαύω. ἤδη γὰρ κὰγὼ παῖδά σοι ἐπριάμην, ἐν ᾧ καὶ ὄψει κάλλος, οἷον οὔπω τεθέασαι· ὃς καὶ ἤδη πρὸ τοῦ πυλῶνος ἕστηκε“. κἀκεῖνος μὲν ταῦτα· αἱ δέ γε θεραπαινίδες ἀληθῆ νομίσασαι τὰ λεχθέντα, πρὸς ἀλλήλας οὐκ ἀγεννῶς ἠμφισβήτουν περὶ τοῦ τίνι τούτων νυμφίος ὁ νεώνητος ἔσται. τῆς δὲ τοῦ Ξάνθου γυναικὸς εἴσω κληθῆναι τὸν νεώνητον κε- λευσάσης, μία τῶν ἄλλων μᾶλλον ὀργῶσα, καὶ ὡς ἀρραβῶνα τὴν κλῆσιν ἁρπάσασα, τὸν νεώνητον ἐκ- δραμοῦσα ἐκάλει. κἀκείνου φαμένου „ἰδοὺ ἐγὼ πάρειμι“, ἐκπλαγεῖσα „σύ“ φησίν „εἶ; “καὶ ὅς· „ναί“. κἀκείνη· „ἀβάσκαντα, μὴ εἰσέλθῃς εἴσω, καὶ πάντες φύγωσι“. καὶ μέντοι καὶ ἄλλης ἐξελθούσης, καὶ ὡς εἶδεν αὐτόν, ,,παταχθείη σου“ φαμένης „τὸ πρόσωπον“, καὶ „δεῦρο εἴσελθε, ἀλλὰ μὴ προσεγγί- σῃς μοι, εἰσελθών ἔστη ἀντικρύ τῆς δεσποίνης. ἣ δὲ τοῦτον θεασαμένη, τὰς ὄψεις ἀπέστρεψε πρὸς τὸν ἄνδρα, φαμένη· ,,πόθεν μοι τοῦτο τὸ τέρας ἤνε- γκας ; ἔκβαλε αὐτὸν τοῦ προσώπου μου“. κἀκεῖνος· ,,ἅλις σοι, κυρία, μὴ οὕτω σκῶπτέ μου τὸν νεώνη- τον“. δέ· „δῆλος εἶ, Ξάνθε, μισήσας με· ἑτέραν γὰρ ἀγαγέσθαι βουλόμενος καὶ ἴσως αἰδούμενος φράσαι μοι, ὡς τῆς σῆς οἰκίας ἀναχωρήσω, τὸν κυνο- κέφαλόν μοι τοῦτον κεκόμικας, ὡς ἂν τὴν αὐτοῦ δυσανασχετοῦσα λατρείαν φύγω. δός μοι τὴν προῖκά μου καὶ πορεύσομαι“. πρὸς ταῦτα τοῦ Ξάνθου μεμψαμένου τὸν Αἴσωπον, ὡς κατὰ μὲν τὴν ὁδὸν ἀστεῖά τινα φθεγξαμένου περὶ τῆς ἐν τῷ βαδίζειν οὐρήσεως, νυνὶ δὲ πρὸς τὴν γυναῖκα μηδὲν λέγον- τος, Αἴσωπος ἔφη· „βάλε αὐτὴν εἰς τὸ βάραθρον. “καὶ ὁ Ξάνθος· „παῦε, κάθαρμα· ἦ οὐκ οἶσθʼ ὅτι ταύ- την ὡς ἐμαυτὸν στέργω“; καὶ ὁ Αἴσωπος „ἐρᾷς τοῦ γυναίου“; κἀκεῖνος· ,,πάνυ μὲν οὖν, δραπέτα“. καὶ πρὸς τοῦτο ὁ Αἴσωπος κροτήσας εἰς τὸ μέσον τὸν πόδα, μεγάλως ἔκραξε· „Ξάνθος ὁ φιλόσοφος γυναικοκρατεῖται“. καὶ, στραφεὶς πρὸς τὴν αὑτοῦ δέσποιναν ἔφη· ,,σύ, ὦ δέσποινα, ἐβούλου τὸν φιλό- σοφον ὠνήσασθαί σοι δοῦλον νέον, εὐσωματοῦντα, σφριγῶντα, ὃν ἔδει γυμνήν σε κὰν τῷ βαλανείῳ θεᾶσθαι, καί σοι προσπαίζειν τὰ εἰς αἰσχύνην τοῦ φιλοσόφου ; Εὐριπίδη, χρυσοῦν ἐγώ σου φημὶ τὸ στόμα, τοιαῦτα λέγον· πολλαὶ μὲν ὀργαὶ κυμάτων θαλαττίων, πολλαὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοαί, δεινὸν δὲ πενία, δεινὰ δʼ ἄλλα μυρία, πλὴν οὐδὲν οὕτω δεινὸν, ὡς γυνὴ κακή. σὐ δʼ ὦ δέσποινα,φιλοσόφου γυνὴ οὖσα,ύπὸ καλῶν νεα- νίσκων ὑπηρετεῖσθαι μὴ θέλε, μή πως ὕβριν τῷ ἀνδρί σου προστρίψῃς“. ἣ δὲταῦτα ἀκούσασα καὶ πρὸς μηδὲν ἀντειπεῖν δυνηθεῖσα, ,,πόθεν, ἄνερ“, φησί „τὸ κάλ- λος τοῦτο τεθήρακας ; ἀλλὰ καὶ λάλος ὁ σαπρὸς οὗτος φαίνεται καὶ εὐτράπελος. διαλλαγήσομαι τοί- νυν αὐτῷ“. καὶ ὁ Ξάνθος· „Αἴσωπε, διήλλακταί σοι ἡ σὴ δέσποινα“. καὶ ὁ Αἴσωπος εἰρωνευσάμενος „μέγα τι χρῆμα“ φησί „τὸ πραῦναι γυναῖκα“. καὶ ὁ Ξάνθος· „σιώπα τοὐντεῦθεν· ὠνησάμην γάρ σε εἰς δουλείαν, οὐκ εἰς ἀντιλογίαν“.