Ancient Greek
Section 4
Vitae Arati Et Varia De Arato, Astronomica (in appendice cod. Scorialensis Σ III 3) 4
Not analysed yet
τὰ γένη ἢ πρὸ τῶν πολλῶν, οἷον οἱ δημιουργικοὶ καὶ σπερματικοὶ τῶν ὄντων λόγοι, ἤγουν οἱ προορισμοὶ καὶ αἱ προγνώσεις τοῦ θεοῦ τῶν ὄντων. περὶ ταῦτα τὰ πρὸ τῶν πολλῶν γένη καὶ εἴδη καταγίνεται ὁ θεολόγος φιλόσοφος. ἢ ἐν τοῖς πολλοῖς, οἷον τὰ αἰσθητὰ πάντα, ἤγουν τὰ κατατεταγμένα γένη καὶ εἴδη (τὰ γὰρ πρὸ τῶν πολλῶν ἄτακτά φασι). περὶ ταῦτα τὰ ἐν τοῖς πολλοῖς γένη καὶ εἴδη, ἤγουν τὰ αἰσθητὰ πάντα, καταγίνεται ὁ φυσιολόγος φιλόσοφος. ἢ ἐπὶ τοῖς πολλοῖς, οἷον τὰ ἐξ ἀφαιρέσεως πάντα ὡς τὰ μαθηματικά, τὰ ἐν τῇ μνήμῃ καὶ διανοίᾳ ἡμῶν ἐκ τῶν ἐπὶ τοῖς πολλοῖς ἀνατυπουμένων καλῶς γενῶν καὶ εἰδῶν. περὶ ταῦτα καταγίνεται ὁ διαλεκτικὸς φιλόσοφος.