Ancient Greek
Page 530
Vitae Arati Et Varia De Arato, De zodiaco (olim sub auctore Leontio Mechanico) 530
Not analysed yet
τὴν ἐαρινήν, ἐν δὲ Ζυγῷ τὴν ἰσημερίαν τὴν φθινοπωρινήν. συγκινεῖται δὲ τῷ οὐρανῷ ὁ ζῳδιακὸς κύκλος, καὶ κατὰ τὴν ἰδίαν αὑτοῦ κίνησιν ἔχει ἐναντίαν τινὰ τῷ κόσμῳ φοράν. εἰδέναι δὲ δεῖ ὅτι καὶ τὰ ἐν τῇ ἀπλανεῖ σφαίρᾳ ἄστρα ἔχει ἰδίαν τινὰ κίνησιν, ὡς Πτολεμαῖος ἀποδείκνυσι (Magna Synt. I, p. 6), καὶ ἕκαστος τῶν ἀστέρων τούτων κινεῖται κατὰ τὴν ἰδίαν αὑτοῦ κίνησιν διὰ ἑκατὸν ἐτῶν μοῖραν μίαν πρὸς τὸ μέγεθος τοῦ ἑαυτοῦ κύκλου, τὰς δὲ τῶν τροπικῶν μοίρας μείζους εἶναι τῶν μοιρῶν τοῦ ἀρκτικοῦ, ἐπειδήπερ καὶ οἱ τροπικοὶ κύκλοι μείζους εἰσὶ τοῦ ἀρκτικοῦ. ὅμως δὲ εἰς ἴσας τῷ ἀριθμῷ μοίρας διῃρημένοι εἰσὶν οἱ κύκλοι, κἄντε ἴσοι ὦσιν ἀλλήλοις κἄντε ἄνισοι. κινεῖται δὲ λοξῶς ὁ ζῳδιακὸς ὡς οὐδεὶς τῶν ἄλλων κύκλων πλὴν τοῦ γαλαξίου, ἐπειδὴ ὁ ἥλιος οὐδένα τῶν ἄλλων κύκλων διικνεῖται, ἀλλὰ τὸν ζῳδιακὸν μόνον. καὶ ἐπειδὴ ὁ ἥλιός ἐστιν ὁ τὰ ἐνταῦθα ψύχων καὶ θερμαίνων καὶ ὑγραίνων καὶ ξηραίνων καὶ τὰς διαφόρους τροπὰς κινούμενος ποιῶν (λέγω δὴ ἐαρινὴν θερινὴν φθινοπωρινὴν καὶ χειμερινήν), κατ' εὐθεῖαν δὲ κινούμενος οὐκ <ἂν> ἠδύνατο τὰ ἐνταῦθα ποτὲ μὲν ψύχειν, ποτὲ δὲ θερμαίνειν, ἀλλ' ἦν ἀνάγκη τοὺς αὐτοὺς