Ancient Greek
Page 531
Vitae Arati Et Varia De Arato, De zodiaco (olim sub auctore Leontio Mechanico) 531
Not analysed yet
τόπους ἀεὶ θερμαίνεσθαι καὶ μηδέποτε ψύχεσθαι, καὶ ἑτέρους τόπους ἀεὶ ψύχεσθαι καὶ μηδέποτε θερμαίνεσθαι, καὶ εἰ τοῦτο ἦν οὔτε καρποὶ ἐφύοντο ἄν, οὔτε τὰ ἡμέτερα σώματα ἐσώζοντο, ἅτε δὴ ἐξ ἐναντίων συγκείμενα (οὐ μόνον γὰρ ψύξεως χρῄζομεν ἢ θερμότητος, ἀλλὰ καὶ ὑγρότητος καὶ ξηρότητος, ἅτε δὴ ἐκ τούτων συγκείμενοι), εἰκότως ὁ δημιουργὸς λοξὸν ἐποίησε τὸν ζῳδιακόν. ὅτε οὖν γίνεται ὁ ἥλιος εἰς τὰ βόρεια μέρη, θερμαίνεται τὰ ἐνταῦθα, ὅτε δὲ εἰς τὰ νότια, ψύχεται τὰ ἐνταῦθα. καὶ αὕτη μέν ἐστιν ἡ αἰτία δι' ἣν λοξῶς κινεῖται ὁ ζῳδιακός. διῄρηται δὲ εἰς τμήματα ιβʹ ἃ καλεῖται ζῴδια, ὅτι πρῶτος ὁ δωδέκατος ἀριθμὸς δέχεται τοὺς θείους εʹ λόγους τοὺς μουσικούς, τὸν διπλασίονα, τὸν τριπλασίονα, τὸν τετραπλασίονα, τὸν ἡμιόλιον, τὸν ἐπίτριτον. διῃρημένου δὲ τοῦ ζῳδιακοῦ εἰς ιβʹ ζῴδια, ἔτι διαιρεῖται ἕκαστον τῶν ζῳδίων εἰς μοίρας λʹ, εἰς δεκανοὺς γʹ. δεκανὸς δέ ἐστι δύναμίς τις δέκα μοίρας περιέχουσα ἐν τῷ ζῳδίῳ. ἡ δὲ μοῖρα ἔχει λεπτὰ ἑξήκοντα. κινεῖται οὖν ἐν ταύταις ταῖς μοίραις καὶ ταῖς ὥραις τῶν τε ἡμερῶν καὶ νυκτῶν ὁ ἥλιος τὸν ἑαυτοῦ διανύων