Ancient Greek
Page 533
Vitae Arati Et Varia De Arato, Epistula ad Julianum quendam data (olim sub auctore Theone Alexandrino Math.) 533
Not analysed yet
EPISTVLA AD IVLIANVM QVENDAM DATA Ταῦτά σοι, ὦ Ἰουλιανέ, συναγαγόντες ταχεῖαν πεποιήμεθα τὴν ἐπαγγελίαν. ἄλλοις δὲ μελέτω γραφὰς ἀλλοίας ποιεῖν, εἰ μέντοι ὁ Ἄρατος μνησθείη Περσέως, πάντα τὰ περὶ Περσέως διερευνᾶν, εἰ δὲ περὶ Βοώτου, τὰ περὶ ἐκεῖνον, εἰ δὲ περὶ Ἀργοῦς, τὰ περὶ Ἀργοναύτας. τοῖς γὰρ βουλομένοις τὰ περιμηκέστερα βιβλία ἢ πλείονα καὶ τοῦ ἀναγκαίου ἐκτὸς καταλιπεῖν, †τὰ σὰ† ὁδός. ἡμῖν δὲ τί καὶ ταῖς κατὰ καιρὸν ἐξηγήσεσι [καταλείπω] τὸ περιττὸν τῆς συνταγματικῆς ἐκδόσεως;