Ancient Greek
Page 534
Vitae Arati Et Varia De Arato, Epistula ad Julianum quendam data (olim sub auctore Theone Alexandrino Math.) 534
Not analysed yet
εἴρηται δὲ πάντα τὰ ἀναγκαῖα καὶ συντελοῦντα πρὸς τὸ σαφὲς ἀπεριέργως, καὶ ὡσὰν ἀνδρὶ διὰ τῶν μαθημάτων φιλοσοφοῦντι ἐξηγήσασθαι πρέπον ἦν. τὰ [ποιήματα] δὲ λίαν φανερά, ὡς λέγουσιν, ἐξ ἀγωνίας παραλέλειπται. τί γὰρ ἤπειγεν ἄκαιρον ἐνδείκνυσθαι πολυμάθειαν, καὶ καταλέγειν ὅσων καὶ ἡλίκων ἀστέρων ἕκαστον ἄστρον, καὶ θέσεις διηγεῖσθαι κύκλων πολλῶν μηδὲν εἰς τὸ ποίημα συντελούντων, καὶ τὰ ἄλλα ὅσα γράφουσιν ἀμέτρως, οὐ πολυμάθειαν τὴν αὑτῶν εἰς μέσον τιθέντες . . . πάντες δὲ φιλόσοφοι θέλοντες εἶναι.