Ancient Greek
Page 11
Vitae Arati Et Varia De Arato, Vita Arati (+ Vita 2) (e codd. Matrit. 4691 % 4629) 11
Not analysed yet
Γένος Ἀράτου τοῦ ποιητοῦ Ἄρατος ὁ ποιητὴς γένει μὲν ἦν ἀπὸ Σόλων τῆς Κιλικίας, πατρὸς δὲ Ἀθηνοδώρου, μητρὸς δὲ Λητοφίλας. γένους δὲ ἐγένετο πατρὸς ἐπιφανοῦς καὶ ἐν πολλοῖς εὐδοκίμου καὶ ἐν πολέμῳ ἀριστεύσαντος· ἠλευθέρωσε γοῦν τὴν πατρίδα πολλάκις. [ἐν] τοῖς χρόνοις δὲ ἐγένετο κατὰ Φιλάδελφον τὸν βασιλέα, συνήκμαζε δὲ Ἀλεξάνδρῳ τῷ Αἰτωλῷ καὶ Φιλητᾷ καὶ Διονυσίῳ τῷ φιλοσόφῳ <τῷ> εἰς ἡδονὰς μεταθεμένῳ, οὗ καθηγήσατο τὰ μαθηματικὰ ὁ Ἄρατος. καὶ ἔστιν αὐτοῦ ἕτερα συντάγματα κατὰ λεπτόν, ἄξια δὲ μνήμης τέσσαρα, ἓν μὲν Ἰατρικῶν δυνάμεων, δεύτερον Κανόνος κατατομή, τρίτον τὰ Φαινόμενα, τέταρτον Περὶ ἀνατολῆς, ὅ φασί τινες μὴ εἶναι Ἀράτου, ἀλλὰ Ἡγησιάνακτος. ἐνίοις δὲ ἀρέσκει Ἄρατον γεγονέναι ἰατρὸν τῇ ἐπιστή-